TLG 0613 001 :: 〈DEMETRIUS〉 :: De elocutione

〈DEMETRIUS〉 Rhet.
(1 B.C./A.D. 1?)

De elocutione

Source: Radermacher, L. (ed.), Demetrii Phalerei qui dicitur de elocutione libellus. Leipzig: Teubner, 1901 (repr. Stuttgart, 1967): 3–62.

Citation: Section — (line)

1

(1t)

ΔΗΜΗΤΡΙΟΥ
2t[ΦΑΛΗΡΕΩΣ]
3tΠΕΡΙ ΕΡΜΑΝΕΙΑΣ
1 Ὥσπερ ἡ ποίησις διαιρεῖται τοῖς μέτροις, οἷον ἡμιμέτροις ἢ ἑξαμέτροις ἢ τοῖς ἄλλοις, οὕτω καὶ τὴν ἑρμηνείαν τὴν λογικὴν διαιρεῖ καὶ διακρίνει τὰ καλούμενα κῶλα, καθάπερ ἀναπαύοντα τὸν λέγοντά τε καὶ τὰ λεγόμενα αὐτὰ καὶ ἐν πολλοῖς ὅροις ὁρίζοντα
5τὸν λόγον, ἐπεί τοι μακρὸς ἂν εἴη καὶ ἄπειρος καὶ ἀτεχνῶς πνίγων

2

τὸν λέγοντα. Βούλεται μέντοι διάνοιαν ἀπαρτίζειν τὰ κῶλα ταῦτα, ποτὲ μὲν ὅλην διάνοιαν, οἷον ὡς Ἑκαταῖός φησιν ἐν τῇ ἀρχῇ τῆς ἱστορίας· Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· συνείληπται γὰρ διάνοια τῷ κώλῳ ὅλῳ ὅλη, καὶ ἄμφω συγκαταλήγουσιν. ἐνίοτε μέντοι
5τὸ κῶλον ὅλην μὲν οὐ συμπεραιοῖ διάνοιαν, μέρος δὲ ὅλης ὅλον, ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν. οἷον δάκτυλοι καὶ πῆχυς (ἰδίαν γὰρ περιγραφὴν ἔχει τούτων τῶν μερῶν ἕκαστον καὶ ἴδια μέρη), οὕτω καὶ διανοίας τινὸς ὅλης οὔσης μεγάλης ἐμπεριλαμβάνοιτ’ ἂν μέρη τινὰ αὐτῆς ὁλόκληρα ὄντα καὶ
10αὐτά.

3

Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦ‐ τον· Δαρείου καὶ Παρυσάτιδος μέχρι τοῦ νεώτερος δὲ Κῦρος συντετελεσμένη πᾶσα διάνοιά ἐστι. τὰ δὲ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις,
5ἴδιον ἔχουσα πέρας, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται
παῖδες. ἔχει γάρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ’ αὑτήν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος. ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως,3

4

ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον. Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ κῶλα, ἐπεί τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος· οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἑξάμετρον ἦλθεν, εἰ μή που ἐν ὀλίγοις· γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι καὶ καταλήγοντος τοῦ μέτρου
5ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο. οὔτε δὴ τὸ μῆκος τῶν κώλων πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεί τοι γίνοιτ’ ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε· ὁ βίος βραχύς, ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς. κατακεκομμένη γὰρ ἔοικεν ἡ σύνθεσις καὶ κεκερματισμένη καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμ‐
10παντα ἔχειν.

5

Γίνεται μὲν οὖν ποτε καὶ μακροῦ κώλου καιρός, οἷον ἐν τοῖς μεγέθεσιν, ὡς ὁ Πλάτων φησί· τὸ γὰρ δὴ πᾶν τόδε τὸ μὲν αὐτὸς ὁ θεὸς πορευόμενος ποδηγεῖ καὶ συγκυκλεῖ. σχεδὸν γὰρ τῷ μεγέθει τοῦ κώλου συνεξῆρται καὶ ὁ λόγος. διὰ τοῦτο καὶ
5ἑξάμετρον ἡρῷόν τε ὀνομάζεται ὑπὸ τοῦ μήκους καὶ πρέπον ἥρω‐ σιν, καὶ οὐκ ἂν τὴν Ὁμήρου Ἰλιάδα πρεπόντως τις γράψει ἐν τοῖς Ἀρχιλόχου βραχέσιν, οἷον ἀχνυμένη σκυτάλη καὶ
10 τίς σὰς παρήειρε φρένας, οὐδὲ τοῖς Ἀνακρέοντος, †τὸ φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ· μεθύοντος γὰρ ὁ ῥυθμὸς ἀτεχνῶς γέροντος, οὐ μαχομένου ἥρωος.

6

Μακροῦ μὲν δὴ κώλου καιρὸς γίνοιτ’ ἄν ποτε διὰ ταῦτα· γίνοιτο δ’ ἄν ποτε καὶ βραχέος, οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων, ὡς ὁ
Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποτα‐ μόν· οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δέ. τῇ γὰρ μικρότητι4
5καὶ ἀποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ καὶ χάρις· εἰ δὲ οὕτως ἐκτείνας αὐτὸ εἶπεν· οὗτος δὲ μεγέθει μὲν ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας, τοῦ πρέ‐ ποντος ἀπετύγχανεν ἂν καὶ ἐγίγνετο ὁ †λεγόμενος ψυχρός· ἀλλὰ περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον.

7

Τῶν δὲ μικρῶν κώλων κἀν δεινότητι χρῆσίς ἐστι· δεινότερον γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος. καὶ τὸ μὲν ἐπιτάσσειν σύντο‐ μον καὶ βραχύ, καὶ πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκε‐
5τεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι· αἱ Λιταὶ καθ’ Ὅμηρον καὶ χωλαὶ καὶ ῥυσαὶ ὑπὸ βραδύτητος, τουτέστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέ‐

8

ροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν. Παράδειγμα δὲ βραχείας συνθέσεως τὸ Λακεδαιμόνιοι Φιλίππῳ· Διονύσιος ἐν Κορίνθῳ. πολὺ γὰρ δεινότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος
5ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι δι‐ δάσκοντι, οὐκ ἐκφοβοῦντι. οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μά‐ χεται. τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειρα‐
10μένου πρὸς δεινότητα.

9

Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται. ὁρίζονται δ’ αὐτὸ ὧδε· κόμμα ἐστὶ τὸ κώλου ἔλαττον, οἷον τὸ προ‐ ειρημένον, τό τε Διονύσιος ἐν Κορίνθῳ καὶ τὸ γνῶθι σεαυ‐ τὸν καὶ τὸ ἕπου θεῷ τὰ τῶν σοφῶν. ἔστι γὰρ καὶ ἀποφθεγμα‐
5τικὸν ἡ βραχύτης καὶ γνωμολογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ πολλὴν διάνοιαν ἠθροῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασιν δένδρων ὅλων δυνάμεις· εἰ δ’ ἐκτείνοιτο τις τὴν γνώμην ἐν μακροῖς, διδασ‐
καλία γίνεταί τις καὶ ῥητορεία ἀντὶ γνώμης.5

10

Τῶν μέντοι κώλων καὶ κομμάτων τοιούτων συντιθεμένων πρὸς ἄλληλα συνίστανται αἱ περίοδοι ὀνομαζόμεναι. καὶ ἔστιν περίοδος σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην ἀπηρτισμένον, οἷον μάλιστα μὲν εἵνεκα τοῦ
5νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν· αὕτη γὰρ ἡ περίοδος ἐκ τριῶν κώλων

11

οὖσα καμπήν τέ τινα καὶ συστροφὴν ἔχει κατὰ τὸ τέλος. Ἀριστο‐ τέλης δὲ ὁρίζεται τὴν περίοδον οὕτως· περίοδός ἐστι λέξις ἀρχὴν ἔχουσα καὶ τελευτήν, μάλα καλῶς καὶ πρεπόντως ὁρι‐ σάμενος· εὐθὺς γὰρ ὁ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἦρκταί
5ποθεν καὶ ἀποτελευτῆσαι [ποιεῖ καὶ] ἐπείγεται εἴς τι τέλος, ὥσπερ οἱ δρομεῖς ἀφεθέντες· καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. 〈καὶ〉 καθόλου οὐδὲν ἡ περίοδός ἐστι πλὴν ποιὰ σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιω‐
10δευμένον καὶ μετασυντεθείη, τὰ μὲν πράγματα μένει τὰ αὐτά, περί‐ οδος δὲ οὐκ ἔσται, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους περίοδον ἀναστρέψας εἴποι ὧδέ πως· συνερῶ τούτοις, ὧ ἄνδρες Ἀθηναῖοι· φίλος γάρ μοί ἐστιν ὁ υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον τούτου ἡ πόλις, ᾗ συνειπεῖν με δίκαιόν ἐστιν. οὐ γὰρ ἔτι οὐδαμοῦ

12

ἡ περίοδος εὑρίσκεται. γένεσις δ’ αὐτῆς ἥδε. τῆς ἑρμηνείας ἡ μὲν ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους, ἔχουσα ὡς ἡ τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδέν τι ἔλαττον, ἤπερ ἡ Ὁμήρου
5ποίησις δι’ ἑξαμέτρων· ἡ δέ τις διῃρημένη ἑρμηνεία καλεῖται, ἡ εἰς
κῶλα λελυμένη οὐ μάλα ἀλλήλοις συνηρτημένα, ὡς ἡ Ἑκαταίου καὶ τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα αὐτῆς· Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὥς μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοί τε6
10καὶ γελοῖοι καὶ ἐμοὶ φαίνονται 〈καὶ〉 εἰσίν. ὥσπερ γὰρ σεσω‐ ρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσι σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν

13

ταῖς περιόδοις. ἔοικε γοῦν τὰ μὲν περιοδικὰ κῶλα τοῖς λίθοις τοῖς ἀντερείδουσι τὰς περιφερεῖς στέγας καὶ συνέχουσι, τὰ δὲ τῆς δια‐ λελυμένης ἑρμηνείας διερριμμένοις πλησίον λίθοις μόνον καὶ οὐ

14

συγκειμένοις. διὸ καὶ περιεξεσμένον ἔχει τι ἡ ἑρμηνεία ἡ πρὶν καὶ εὐσταλές, ὥσπερ καὶ τὰ ἀρχαῖα ἀγάλματα, ὧν τέχνη ἐδόκει ἡ συ‐ στολὴ καὶ ἰσχνότης, ἡ δὲ τῶν μετὰ ταῦτα ἑρμηνεία τοῖς Φειδίου ἔργοις ἤδη ἔοικεν ἔχουσά τι καὶ μεγαλεῖον καὶ ἀκριβὲς ἅμα.

15

Δοκιμάζω γὰρ δὴ ἔγωγε μήτε περιόδοις ὅλον τὸν λόγον συν‐ είρεσθαι, ὡς τοῦ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα, ἀλλὰ μεμῖχθαι μᾶλλον δι’ ἀμφοτέρων· οὕτω γὰρ καὶ ἐγκατάσκευος ἔσται καὶ ἁπλοῦς ἅμα καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μάλα ἰδιω‐
5τικὸς οὔτε μάλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόν‐ των οὐδ’ αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν, ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφωνοῦσι τὰ

16

τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι. Τῶν δὲ περιόδων αἱ μικρότεραι μὲν ἐκ δυοῖν κώλοιν συντίθενται, αἱ μέγισται δὲ ἐκ τεττάρων· τὸ δ’ ὑπὲρ τέτταρα οὐκέτ’ ἂν ἐντὸς εἴη περιοδικῆς συμ‐

17

μετρίας. Γίνονται δὲ καὶ τρίκωλοί τινες. καὶ μονόκωλοι δέ, ἃς καλοῦσιν ἁπλᾶς περιόδους. ὅταν γὰρ τὸ κῶλον μῆκός τε ἔχῃ καὶ καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ ἡ τοιάδε· Ἡροδότου Ἁλικαρνασῆος ἱστορίης ἀπόδεξις ἥδε.
5καὶ πάλιν· ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς
τῶν ἀκουόντων διανοίαις. ὑπ’ ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλῆ περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ τέλος, ὑπὸ δὲ θατέρου οὐδέ ποτε.7

18

Ἐν δὲ ταῖς συνθέτοις περιόδοις τὸ τελευταῖον κῶλον μακρό‐ τερον χρὴ εἶναι καὶ ὥσπερ περιέχον καὶ περιειληφὸς τἄλλα. οὕτω γὰρ μεγαλοπρεπὴς ἔσται καὶ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν λήγουσα κῶλον· ἡ δὲ μὴ ἀποκεκομμένῃ καὶ χωλῇ ὁμοία. παρά‐
5δειγμα δ’ αὐτῆς τὸ τοιοῦτον· οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν, ἀλλὰ τὸ εἰπόντα δρᾶσαι τὰ εἰρημένα.

19

Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη μήτ’ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγω‐ γήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ
5τοιάδε· Δαρείου καὶ Παρυσάτιδος γίγνονται μέχρι τοῦ νεώ‐ τερος δὲ Κῦρος. ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.

20

Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλι‐ κὸν καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης τῷ ῥυθμῷ, οἷον τῆς μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμ‐ φέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς
5εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν. σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε συνεστραμμένον τι ἔχει καὶ ἐμφαῖνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς ἁπλοῦν τέλος.

21

Διαλογικὴ δέ ἐστιν περίοδος ἡ ἔτι ἀνειμένη καὶ ἁπλουστέρα τῆς ἱστορικῆς καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ τοιάδε· κατέβην χθὲς εἰς τὸν Πειραιᾶ μέχρι τοῦ ἅτε νῦν πρῶτον ἄγοντες. ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ’ ἑτέρῳ
5ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν. δεῖ
γὰρ μεταξὺ διῃρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογι‐ κὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην ὁμοίαν ἀμφοτέροις. περιό‐ δων μὲν εἴδη τοσάδε.8

22

Γίνονται δὲ καὶ ἐξ ἀντικειμένων κώλων περίοδοι, ἀντικειμένων δὲ ἤτοι τοῖς πράγμασιν, οἷον πλέων μὲν διὰ τῆς ἠπείρου, πε‐ ζεύων δὲ διὰ τῆς θαλάσσης, ἢ ἀμφοτέροις, τῇ τε λέξει καὶ τοῖς πράγμασιν, ὥσπερ ἡ αὐτὴ περίοδος ὧδε ἔχει.

23

Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν, οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι τῷ μὲν ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περί‐ βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. ἀντίκειται
5γὰρ καὶ ἄρθρον ἄρθρῳ καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ τἄλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ἐποίησεν τὸ κατ‐ έστησεν, τῷ δ’ ἐπίπονον τὸ περίβλεπτον, τῷ δὲ πολυκίν‐ δυνον τὸ περιμάχητον, καὶ ὅλως ἓν πρὸς ἕν, ὅμοιον παρ’ ὅμοιον ἡ ἀνταπόδοσις.

24

Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παρ’ Ἐπιχάρμῳ τῷ ποιητῇ πεπαιγμένον, ὅτι τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. ταὐτὸ μὲν γὰρ εἴρηται καὶ οὐδὲν ἐναν‐
5τίον, ὁ δὲ τρόπος τῆς ἑρμηνείας μεμιμημένος ἀντίθεσίν τινα πλα‐ νῶντι ἔοικεν. ἀλλ’ οὗτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν καὶ ἅμα σκώπτων τοὺς ῥήτορας.

25

Ἔστι δὲ καὶ παρόμοια κῶλα, ἅτινα παρόμοια δὴ τοῖς ἐπ’ ἀρχῆς, οἷον δωρητοί τε πέλοντο παράρητοί τ’ ἐπέεσσιν· ἢ ὡς ἐπὶ τέλους, ὡς ἡ τοῦ Πανηγυρικοῦ ἀρχή· πολλάκις ἐθαύ‐
5μασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνι‐ κοὺς ἀγῶνας καταστησάντων. εἶδος δὲ τοῦ παρομοίου τὸ ἰσό‐ κωλον, ἐπὰν ἴσας ἔχῃ τὰ κῶλα τὰς συλλαβάς, ὥς περ Θουκυδίδῃ·
ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι, οὐκ ὀνειδιζόντων· ἰσόκωλον μὲν δὴ9
10τοῦτο.

26

Ὁμοιοτέλευτα δέ ἐστι τὰ εἰς ὅμοια καταλήγοντα, ἤτοι εἰς ὀνό‐ ματα ταὐτά, ὥσπερ ἔχει ἐπὶ τοῦ· σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν θανόντα γράφεις κακῶς· ἢ ὅταν εἰς συλλαβὴν καταλήγῃ τὴν αὐτήν, ὥσπερ τὰ ἐκ τοῦ Πανηγυρικοῦ προειρημένα.

27

Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια· ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία καὶ φροντίς. δῆλον δ’ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν· ἀνδροφόνοι δὲ τὴν φύσιν
5ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν· καὶ ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι. ἡ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ ἀντίθεσις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυᾶ εἶναι ἐπὶ τῶν τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα.

28

Οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα, ὡς ἔδειξα, οὔτε ἐν πάθεσι καὶ ἤθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι,
5ὅτι ποίαν τοιαύτην πόλιν εἷλον τῶν ἐχθρῶν, οἵαν τὴν ἰδίαν πόλιν ἀπώλεσαν, ἐμπαθῶς ἂν εἰρηκὼς εἴη καὶ ὀδυρτικῶς· εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει· ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοι‐ αύτην ἔλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον, οὐ μὰ τὸν Δία πάθος κινήσει οὐδὲ ἔλεον, ἀλλὰ τὸν καλούμενον κλαυσιγέλωτα. τὸ γὰρ ἐν
10πενθοῦσι παίζειν κατὰ τὴν παροιμίαν τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστι.

29

Γίνεται μέντοι γε χρήσιμά ποτε, ὡς Ἀριστοτέλης φησίν· ἐγὼ ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν
μέγαν· εἰ γοῦν ἀφέλοις τὸ ἕτερον μέγα, συναφαιρήσῃ καὶ τὴν10
5χάριν· τῇ γὰρ μεγαληγορίᾳ συνεργεῖ τὰ τοιαῦτα κῶλα, ὁποῖα τῶν Γοργίου τὰ πολλὰ ἀντίθετα καὶ τῶν Ἰσοκράτους. περὶ μὲν δὴ τῶν παρομοίων ταῦτα.

30

Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύν‐ θεσίς τίς ἐστι περιηγμένη, ἀφ’ ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν. καὶ ἔστιν ἡ μὲν περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμά‐
5των, τὸ δ’ ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη 〈ἢ〉 ἐν ἀκολουθίας σχήματι.

31

Σημεῖον δέ· εἰ γὰρ διαλύσειας τὴν σύνθεσιν τοῦ ἐνθυμήματος, τὴν μὲν περίοδον ἠφάνισας, τὸ δ’ ἐνθύμημα ταὐτὸν μένει, οἷον εἴ τις τὸ παρὰ Δημοσθένει διαλύσειεν ἐνθύμημα τὸ τοιοῦτον ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας, οὕτως
5ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει, διαλύσειεν δὲ οὕτω· μὴ ἐπιτρέπετε τοῖς τὰ παράνομα γράφουσιν· εἰ γὰρ ἐκωλύοντο, οὐκ ἂν νῦν οὗτος ταῦτ’ ἔγραφεν, οὐδ’ ἕτερος ἔτι γράψει τούτου νῦν ἁλόν‐ τος· ἐνταῦθα τῆς περιόδου μὲν ὁ κύκλος ἐκλέλυται, τὸ δ’ ἐνθύμημα ἐν ταὐτῷ μένει.

32

Καὶ καθόλου δὲ τὸ μὲν ἐνθύμημα συλλογισμός τίς ἐστι ῥητο‐ ρικός, ἡ περίοδος δὲ συλλογίζεται μὲν οὐδέν, σύγκειται δὲ μόνον· καὶ περιόδους μὲν ἐν παντὶ μέρει τοῦ λόγου τίθεμεν, οἷον ἐν τοῖς προοιμίοις, ἐνθυμήματα δὲ οὐκ ἐν παντί· καὶ τὸ μὲν ὥσπερ ἐπι‐
5λέγεται, τὸ ἐνθύμημα, ἡ περίοδος δὲ αὐτόθεν λέγεται· καὶ τὸ μὲν οἷον συλλογισμός ἐστιν ἀτελής, ἡ δὲ οὔτε ὅλον τι οὔτε ἀτελὲς συλλογίζεται.

33

Συμβέβηκε μὲν οὖν τῷ ἐνθυμήματι καὶ περιόδῳ εἶναι, διότι περιοδικῶς σύγκειται, περίοδος δ’ οὐκ ἔστιν, ὥσπερ τῷ οἰκοδομου‐ μένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομού‐ μενον δ’ οὐκ ἔστι λευκόν. περὶ μὲν δὴ διαφορᾶς ἐνθυμήματος καὶ
5περιόδου εἴρηται.

34

Τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται· κῶλόν ἐστι τὸ
ἕτερον μέρος περιόδου· εἶτα ἐπιφέρει· γίνεται δὲ καὶ ἁπλῆ περίοδος. οὕτως ὁρισάμενος, τὸ ἕτερον μέρος, δίκωλον ἐβού‐ λετο εἶναι τὴν περίοδον δηλονότι. ὁ δ’ Ἀρχέδημος, συλλαβὼν τὸν11
5ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφερόμενον τῷ ὅρῳ, σαφέστερον καὶ τελεώτερον οὕτως ὡρίσατο· κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίο‐ δος ἢ συνθέτου περιόδου μέρος.

35

Τί μὲν οὖν ἁπλῆ περίοδος, εἴρηται· συνθέτου δὲ φήσας αὐτὸ περιόδου μέρος, οὐ δυσὶ κώλοις τὴν περίοδον ὁρίζειν ἔοικεν, ἀλλὰ καὶ τρισὶ καὶ πλείοσιν· ἡμεῖς δὲ μέτρον μὲν περιόδου ἐκτεθείμεθα, νῦν δὲ περὶ τῶν χαρακτήρων τῆς ἑρμηνείας λέγωμεν.

36

Εἰσὶ δὲ τέτταρες οἱ ἁπλοῖ χαρακτῆρες, ἰσχνός, μεγαλοπρεπής, γλαφυρός, δεινός, καὶ λοιπὸν οἱ ἐκ τούτων μιγνύμενοι. μίγνυνται δὲ οὐ πᾶς παντί, ἀλλ’ ὁ γλαφυρὸς μὲν καὶ τῷ ἰσχνῷ καὶ τῷ μεγα‐ λοπρεπεῖ, καὶ ὁ δεινὸς δὲ ὁμοίως ἀμφοτέροις· μόνος δὲ ὁ μεγαλο‐
5πρεπὴς τῷ ἰσχνῷ οὐ μίγνυται, ἀλλ’ ὥσπερ ἀνθέστατον καὶ ἀντί‐ κεισθον ἐναντιωτάτω. διὸ δὴ καὶ μόνους δύο χαρακτῆράς τινες ἀξιοῦσιν εἶναι τούτους, τοὺς δὲ λοιποὺς δύο μεταξὺ τούτων, τὸν μὲν γλαφυρὸν τῷ ἰσχνῷ προσνέμοντες μᾶλλον, τῷ δὲ μεγαλοπρεπεῖ τὸν δεινόν, ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν
10ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος.

37

Γελοῖος δ’ ὁ τοιοῦτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρη‐ μένων χαρακτήρων ἐναντίων πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν κατα‐
5μεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητά τε καὶ χάριν. ὥστε τὸ μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἑρμη‐ νεία δ’ ἑκάστῳ πρέπουσα γένοιτ’ ἂν τοιάδε τις.

38

Ἄρξομαι δ’ ἀπὸ τοῦ μεγαλοπρεποῦς, ὅνπερ νῦν λόγιον ὀνο‐ μάζουσιν. ἐν τρισὶ δὴ τὸ μεγαλοπρεπές, διανοίᾳ, λέξει, τῷ συγ‐ κεῖσθαι προσφόρως. σύνθεσις δὲ μεγαλοπρεπής, ὥς φησιν Ἀριστο‐ τέλης, ἡ παιωνική. παίωνος δὲ εἴδη δύο, τὸ μὲν προκαταρκτικόν,
5οὗ ἄρχει μὲν μακρά, λήγουσι δὲ τρεῖς βραχεῖαι, οἷον τὸ τοιόνδε· ἤ–ρξα⏑το⏑ δέ⏑, τὸ δὲ καταληκτικὸν θατέρῳ ἀντίστροφον, οὗ τρεῖς μὲν βραχεῖαι ἄρχουσιν, λήγει δὲ μία μακρά, ὥσπερ τὸ Ἀ⏑ρα⏑βί⏑α–.12

39

Δεῖ δὲ ἐν τοῖς κώλοις τοῦ μεγαλοπρεποῦς λόγου τὸν προ‐ καταρκτικὸν μὲν παίωνα ἄρχειν τῶν κώλων, τὸν καταληκτικὸν δὲ ἕπεσθαι. παράδειγμα δ’ αὐτῶν τὸ Θουκυδίδειον τόδε· ρξ͝α͝τ͝ο͝ δ͝ὲ͝ τ͝ὸ͝ κ͝α͝κ͝ὸ͝ν ξ Αἰθ͝ι͝͝ο͝π͝ί͝ς. τί ποτ’ οὖν Ἀριστοτέλης οὕτω διετά‐
5ξατο; ὅτι δεῖ καὶ τὴν ἐμβολὴν τοῦ κώλου καὶ ἀρχὴν μεγαλοπρεπῆ εὐθὺς εἶναι καὶ τέλος, τοῦτο δ’ ἔσται, ἐὰν ἀπὸ μακρᾶς ἀρχώμεθα καὶ εἰς μακρὰν λήγωμεν. φύσει γὰρ μεγαλεῖον ἡ μακρά, καὶ προ‐ λεγομένη τε πλήσσει εὐθὺς καὶ ἀπολήγουσα ἐν μεγάλῳ τινὶ κατα‐ λείπει τὸν ἀκούοντα. πάντες γοῦν ἰδίως τῶν τε πρώτων μνημο‐
10νεύομεν καὶ τῶν ὑστάτων, καὶ ὑπὸ τούτων κινούμεθα, ὑπὸ δὲ τῶν

40

μεταξὺ ἔλαττον ὥσπερ ἐγκρυπτομένων ἢ ἐναφανιζομένων. Δῆλον δὲ τοῦτο ἐν τοῖς Θουκυδίδου· σχεδὸν γὰρ ὅλως τὸ μεγαλοπρεπὲς ἐν πᾶσιν αὐτῷ ποιεῖ ἡ τοῦ ῥυθμοῦ μακρότης, καὶ κινδυνεύει τῷ ἀνδρὶ τούτῳ παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς αὕτη ἡ σύν‐

41

θεσις μόνη ἢ μάλιστα περιποιεῖν τὸ μέγιστον. Δεῖ μέντοι λογίζε‐ σθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς παίωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικήν γε πάντως ποιη‐ σόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς
5καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν, ἄλλως δὲ τὸ διττὸν τοῦ παίωνος τετεχνολογηκέναι ἀκριβείας ἕνεκα. διόπερ Θεόφραστος παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοι‐ οῦτον κῶλον· τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούν‐ των· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παρα‐
10λαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους, ἐπειδὴ μικτός τίς ἐστι

42

καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων, τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν. οἱ δ’ ἄλλοι, ὁ μὲν ἡρῷος σεμνὸς
καὶ οὐ λογικός, ἀλλ’ ἠχώδης, οὐδὲ εὔρυθμος, ἀλλὰ ἄρυθμος. ὥσπερ ὁ τοιόσδε ἔχει· ἥκων ἡμῶν εἰς τὴν χώραν· ἡ γὰρ πυ‐13

43

κνότης τῶν μακρῶν ὑπερπίπτει τοῦ λογικοῦ μέτρου. ὁ δὲ ἴαμβος εὐτελὴς καὶ τῇ τῶν πολλῶν λέξει ὅμοιος. πολλοὶ γοῦν μέτρα ἰαμ‐ βικὰ λαλοῦσιν οὐκ εἰδότες. ὁ δὲ παίων ἀμφοῖν μέσος καὶ μέτριος, καὶ ὁποῖος συγκεκραμένος. ἡ μὲν δὴ παιωνικὴ ἐν τοῖς μεγαλοπρε‐
5πέσι σύνθεσις ὧδ’ ἄν πως λαμβάνοιτο.

44

Ποιεῖ δὲ καὶ τὰ μήκη τῶν κώλων μέγεθος, οἷον Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, καὶ Ἡροδότου Ἁλικαρνασσέως ἱστορίης ἀπό‐ δειξις ἥδε. τὸ γὰρ ταχέως ἀποσιωπᾶν εἰς κῶλον βραχὺ κατα‐
5σμικρύνει τὴν τοῦ λόγου σεμνότητα, κἂν ἡ ὑποκειμένη διάνοια μεγα‐ λοπρεπὴς ᾖ, κἂν τὰ ὀνόματα.

45

Μεγαλοπρεπὲς δὲ καὶ τὸ ἐκ περιαγωγῆς τῇ συνθέσει λέγειν, οἷον ὡς ὁ Θουκυδίδης· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριανῶν καὶ Ἀμφιλόχων, ἄνω‐ θεν παρὰ Στράτον πόλιν ἐς θάλασσαν διεξιεὶς παρ’ Οἰνιά‐
5δας καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι. σύμπασα γὰρ ἡ τοιαύτη μεγαλοπρέπεια ἐκ τῆς περιαγωγῆς γέγονεν καὶ ἐκ τοῦ μόγις ἀναπαῦσαι αὐτόν τε καὶ τὸν ἀκούοντα.

46

Εἰ δ’ οὕτω διαλύσας αὐτὸ εἴποι τις· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἐκβάλλει δὲ παρ’ Οἰνιάδας ἐς θάλασσαν· πρὸ δὲ τῆς ἐκβολῆς τὸ Οἰνιαδῶν πεδίον λίμνην ποιεῖ, ὥστ’ αὐτοῖς πρὸς τὰς χειμερινὰς ἐφόδους τῶν πολεμίων ἔρυμα καὶ πρόβλημα
5γίνεσθαι τὸ ὕδωρ· εἰ δή τις οὕτω μεταβαλὼν ἑρμηνεύσειεν αὐτό, πολλὰς μὲν ἀναπαύλας παρέξει τῷ λόγῳ, τὸ μέγεθος δ’ ἀφαιρή‐ σεται.

47

Καθάπερ γὰρ τὰς μακρὰς ὁδοὺς αἱ συνεχεῖς καταγωγαὶ μικρὰς ποιοῦσιν, αἱ δ’ ἐρημίαι κἀν ταῖς μικραῖς ὁδοῖς ἔμφασίν τινα ἔχουσι μήκους, ταὐτὸ δὴ κἀπὶ τῶν κώλων ἂν γίγνοιτο.

48

Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ
Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ. ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερ‐ βολὴ δ’ ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος· λειότης γὰρ καὶ τὸ εὐ‐14
5ήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν, ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ· ὅτι τὸ μὲν δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας
10ἐτύγχανεν ὄν. ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ’ ἄν τις εἶπεν, ὅτι ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν, ἀφῄρητο δ’ αὐτοῦ τὴν μεγαλοπρέπειαν.

49

Ὥσπερ γὰρ ὄνομα τραχὺ μέγεθος ἐργάζεται, οὕτω σύνθεσις. ὀνόματα δὲ τραχέα τό τε κεκραγὼς ἀντὶ τοῦ βοῶν, καὶ τὸ ῥη‐ γνύμενον ἀντὶ τοῦ φερόμενον, οἵοις πᾶσιν ὁ Θουκυδίδης χρῆται, ὅμοια λαμβάνων τά τε ὀνόματα τῇ συνθέσει τοῖς τε ὀνόμασι τὴν
5σύνθεσιν.

50

Τάσσειν δὲ τὰ ὀνόματα χρὴ τόνδε τὸν τρόπον. πρῶτα μὲν τιθέναι τὰ μὴ μάλα ἐναργῆ, δεύτερα δὲ καὶ ὕστατα τὰ ἐναργέστερα. οὕτω γὰρ καὶ τοῦ πρώτου ἀκουσόμεθα ὡς ἐναργοῦς, καὶ τοῦ μετ’ αὐτὸ ὡς ἐναργεστέρου. εἰ δὲ μή, δόξομεν ἐξησθενηκέναι [οἷον κατα‐
5πεπτωκέναι ἀπὸ ἰσχυροτέρου ἐπὶ ἀσθενές].

51

Παράδειγμα δὲ τὸ παρὰ τῷ Πλάτωνι λεγόμενον, ὅτι ἐπὰν μέν τις μουσικῇ παρέχῃ καταυλεῖν καὶ καταχεῖν διὰ τῶν ὤτων· πολὺ γὰρ τὸ δεύτερον ἐναργέστερον τοῦ προτέρου. καὶ πάλιν προϊών φησιν· ὅταν δὲ καταχέων μὴ ἀνῇ, ἀλλὰ κηλῇ,
5τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει. τὸ γὰρ λείβει τοῦ τήκει ἐμφατικώτερον καὶ ἐγγύτερον ποιήματος. εἰ δὲ προεξή‐ νεγκεν αὐτό, ἀσθενέστερον ἂν τὸ τήκει ἐπιφερόμενον ἐφάνη.

52

Καὶ Ὅμηρος δ’ ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν,
καὶ ἐπανιόντι ἐπ’ αὐτῆς 〈ἔοικεν〉, οἷον
οὐ γὰρ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
15
5καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὀρῶν. ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζό‐ νων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων.

53

Χρὴ δὲ καὶ τοὺς συνδέσμους μὴ μάλα ἀνταποδίδοσθαι ἀκριβῶς, οἷον τῷ μὲν συνδέσμῳ τὸν δέ (μικροπρεπὲς γὰρ ἡ ἀκρίβεια), ἀλλὰ καὶ ἀτακτοτέρως πως χρῆσθαι, καθάπερ που ὁ Ἀντιφῶν λέγει· ἡ γὰρ νῆσος, ἣν ἔχομεν, δήλη μὲν καὶ πόρρωθέν ἐστιν, ὑψηλὴ
5καὶ τραχεῖα· καὶ τὰ μὲν χρήσιμα καὶ ἐργάσιμα μικρὰ αὐτῇ ἐστι, τὰ δὲ ἀργὰ πολλὰ σμικρᾶς αὐτῆς οὔσης. τρισὶ γὰρ τοῖς μὲν συνδέσμοις εἷς ὁ δὲ ἀνταποδίδοται.

54

Πολλάκις μέντοι τεθέντες πως ἐφεξῆς σύνδεσμοι καὶ τὰ μικρὰ μεγάλα ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ τῶν Βοιωτιακῶν πόλεων τὰ ὀνό‐ ματα εὐτελῆ ὄντα καὶ μικρὰ ὄγκον τινὰ ἔχει καὶ μέγεθος διὰ τοὺς συνδέσμους ἐφεξῆς τοσούτους τεθέντας, οἷον ἐν τῷ
5Σχοῖνόν τε Σκῶλόν τε, πολύκνημόν τ’ Ἐτεωνόν.

55

Τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον, οὐχ ὡς προσ‐ θήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥς πέρ τινες τῷ δὴ χρῶνται πρὸς οὐδὲν καὶ τῷ νυ καὶ τῷ †πρότερον, ἀλλ’

56

ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου, καθάπερ παρὰ Πλάτωνι· ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς, καὶ παρ’ Ὁμήρῳ· ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο.
5ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα
ἐργάζονται. εἰ δ’ ὧδε εἶπεν· ἀλλ’ ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ ποταμοῦ, μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος16

57

λέγοντι. Λαμβάνεται δὲ κἀν παθητικοῖς πολλάκις ὁ σύνδεσμος οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα Διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν.
5εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, †ὥσπερ τὸ αἲ αἲ καὶ τὸ φεῦ καὶ ποῖόν τί ἐστιν, ὡς αὐτός φησι, τὸ καί νύ κ’ ὀδυρομένοισιν ἔπρεψεν, ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος.

58

Οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασιν τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ τις ὧδε λέγοι· Καλυδὼν μὲν ἥδε γαῖα Πελοπίας χθονός,
5
φεῦ. ἐν ἀντιπόρθμοις πεδί’ ἔχους’ εὐδαίμονα,
αἴ, αἴ. ὡς γὰρ παρέλκει τὸ αἲ αἲ καὶ τὸ φεῦ ἐνθάθε, οὕτω καὶ ὁ παντα‐ χοῦ μάτην ἐμβαλλόμενος 〈σύνδεσμοσ〉.

59

Οἱ μὲν δὴ σύνδεσμοι τὴν σύνθεσιν μεγαλοπρεπῆ ποιοῦσιν, ὡς εἴρηται, τὰ δὲ σχήματα τῆς λέξεώς ἐστι μὲν καὶ αὐτὰ συνθέσεώς τι εἶδος· τὸ γὰρ δὴ τὰ αὐτὰ λέγειν δὶς διπλοῦντα ἢ ἐπαναφέροντα ἢ ἀνθυπαλλάσσοντα διαταττομένῳ καὶ μετασυντιθέντι ἔοικεν. διατακ‐
5τέον δὲ τὰ πρόσφορα αὐτῶν χαρακτῆρι ἑκάστῳ, οἷον τῷ μεγαλο‐

60

πρεπεῖ μὲν περὶ οὗ πρόκειται, ταῦτα· πρῶτον μὲν τὴν ἀνθυπαλλα‐ γήν, ὡς Ὅμηρος·
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει· πολὺ γὰρ οὕτω μεγαλειότερον ἐναλλαγείσης πτώσεως, ἢ εἴπερ17
5οὕτως ἔφη· τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρύν· συνήθως γὰρ ἐλέγετο. πᾶν δὲ τὸ σύνηθες μικροπρεπές, διὸ καὶ ἀθαύμαστον.

61

Τὸν δὲ Νιρέα αὐτόν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποί‐ ησεν καὶ πολλὰ ἀντ’ ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησά‐ μενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. Νιρεὺς γάρ φησι τρεῖς
5νῆας ἄγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεύς, ὃς κάλλιστος ἀνήρ· ἥ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν Νιρέα καὶ ἡ διάλυσις πλῆθός τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ τριῶν ὄντων.

62

Καὶ σχεδὸν ἅπαξ τοῦ Νιρέως ὀνομασθέντος ἐν τῷ δράματι μεμνήμεθα οὐδὲν ἧττον ἢ τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως, καίτοι κατὰ τὸ ἔπος ἕκαστον λαλουμένων σχεδόν. αἰτία δ’ ἡ τοῦ σχήμα‐ τος δύναμις· εἰ δ’ οὕτως εἶπεν· Νιρεὺς ὁ Ἀγλαΐας υἱὸς ἐκ Σύμης
5τρεῖς νῆας ἦγεν, παρασεσιωπηκότι ἐῴκει τὸν Νιρέα· ὥσπερ γὰρ ἐν ταῖς ἑστιάσεσι τὰ ὀλίγα διαταχθέντα πως πολλὰ φαίνεται, οὕτω κἀν τοῖς λόγοις.

63

Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ἐστρατεύοντο Ἕλληνές τε καὶ Κᾶρες καὶ Λύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες. ἡ γὰρ τοῦ αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος.

64

Τὸ δὲ τοιοῦτο κυρτά, φαληριόωντα τῇ ἐξαιρέσει τοῦ καὶ συνδέσμου μεγαλειότερον ἀπέβη μᾶλλον, ἢ 〈εἴπερ〉 εἶπεν· κυρτὰ καὶ φαληριόωντα.

65

[Τὸ] μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασιν τὸ μηδὲ ἐπὶ τῆς αὐτῆς
μένειν πτώσεως, ὡς Θουκυδίδης· καὶ πρῶτος ἀποβαίνων ἐπὶ τὴν ἀποβάθραν ἐλειποψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν· πολὺ γὰρ οὕτως μεγαλειότερον ἢ εἴπερ ἐπὶ18
5τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ἔπεσεν ἐς τὴν παρεξειρεσίαν καὶ ἀπέβαλε τὴν ἀσπίδα.

66

†Καὶ ἀναδίπλωσις δέ που εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος δράκοντες δέ που, φησιν, ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος, καὶ μέγεθος καὶ πλῆθος. δὶς ῥηθὲν τὸ μέγεθος ὄγκον τινὰ τῇ ἑρμηνείᾳ παρέσχεν.

67

Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ παρεμφαῖνόν τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἀρχαῖοι πολλὰ σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι.

68

Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσο‐ κράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτὰ καὶ οἱ ἀπ’ αὐτοῦ, ἄλλοι δέ τινες ὡς ἔτυχε συνέκρουσαν καὶ παντάπασι· δεῖ δὲ οὔτε ἠχώδη ποιεῖν τὴν σύνθεσιν, ἀτέχνως αὐτὰ συμπλήσσοντα καὶ ὡς
5ἔτυχεν (διασπασμῷ γὰρ τοῦ λόγου τὸ τοιοῦτον καὶ διαρρίψει ἔοικεν,) οὔτε μὴν παντελῶς φυλάσσεσθαι τὴν συνέχειαν τῶν γραμμάτων· λειοτέρα μὲν γὰρ οὕτως ἔσται ἴσως ἡ σύνθεσις, ἀμουσοτέρα δὲ καὶ κωφὴ ἀτεχνῶς, πολλὴν εὐφωνίαν ἀφαιρεθεῖσα τὴν γινομένην ἐκ τῆς συγκρούσεως.

69

Σκεπτέον δὲ πρῶτον μέν, ὅτι καὶ ἡ συνήθεια αὐτὴ συμπλήττει τὰ γράμματα τὰ ἐν τοῖς ὀνόμασιν, καίτοι στοχαζομένη μάλιστα εὐ‐ φωνίας, οἷον ἐν τῷ Αἰακὸς καὶ χιών. πολλὰ δὲ καὶ διὰ μόνων τῶν φωνηέντων συντίθησιν ὀνόματα, οἷον Αἰαίη καὶ Εὔιος, οὐδέν
5τε δυσφωνότερα ἄλλων ἐστὶ ταῦτα, ἀλλ’ ἴσως καὶ μουσικώτερα.

70

Τά γε μὴν ποιητικά, οἷον τὸ ἠέλιος διῃρημένον καὶ συγκρουό‐ μενον ἐπίτηδες εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὀρέων τοῦ ὀρῶν.
ἔχει γάρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ᾠδὴν ἐπιγινομένην. πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφωνα ἦν, διαι‐19
5ρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ πάντα μὲν τὰ νέα καὶ καλά ἐστιν. εἰ δὲ συναλείψας εἴποις καλἄστιν, δυσφω‐ νότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον.

71

Ἐν Αἰγύπτῳ δὲ καὶ τοὺς θεοὺς ὑμνοῦσι διὰ τῶν ἑπτὰ φωνη‐ έντων οἱ ἱερεῖς, ἐφεξῆς ἠχοῦντες αὐτά, καὶ ἀντὶ αὐλοῦ καὶ ἀντὶ κιθάρας τῶν γραμμάτων τούτων ὁ ἦχος ἀκούεται ὑπ’ εὐφωνίας, ὥστε ὁ ἐξαιρῶν τὴν σύγκρουσιν οὐδὲν ἄλλο ἢ μέλος ἀτεχνῶς
5ἐξαιρεῖ τοῦ λόγου καὶ μοῦσαν. ἀλλὰ περὶ τούτων μὲν οὐ καιρὸς μηκύνειν ἴσως.

72

Ἐν δὲ τῷ μεγαλοπρεπεῖ χαρακτῆρι σύγκρουσις παραλαμβάνοιτ’ ἂν πρέπουσα ἤτοι διὰ μακρῶν, ὡς τὸ λᾶαν ἄνω ὤθεσκε· καὶ γὰρ ὁ στίχος μῆκός τι ἔσχεν ἐκ τῆς συγκρούσεως καὶ μεμίμηται τοῦ λίθου τὴν ἀναφορὰν καὶ βίαν. ὡσαύτως καὶ τὸ μὴ ἤπειρος εἶναι
5τὸ Θουκυδίδειον. συγκρούονται καὶ δίφθογγοι διφθόγγοις· ταύτην κατῴκησαν μὲν Κερκυραῖοι, οἰκιστὴς δὲ ἐγένετο.

73

Ποιεῖ μὲν οὖν καὶ τὰ αὐτὰ μακρὰ συγκρουόμενα μέγεθος, καὶ αἱ αὐταὶ δίφθογγοι. αἱ δὲ ἐκ διαφερόντων συγκρούσεις ὁμοῦ καὶ μέγεθος ποιοῦσιν καὶ ποικιλίαν ἐκ τῆς [οὐ] πολυηχίας, οἷον ἠώς, ἐν δὲ τῷ οἵην οὐ μόνον διαφέροντα τὰ γράμματά ἐστιν, ἀλλὰ καὶ
5οἱ ἦχοι ὁ μὲν δασύς, ὁ δὲ ψιλός, ὥστε πολλὰ ἀνόμοια εἶναι.

74

Καὶ ἐν ᾠδαῖς δὲ τὰ μελίσματα ἀπὸ τοῦ ἑνὸς γίνεται τοῦ αὐτοῦ μακροῦ γράμματος, οἷον ᾠδῶν ἐπεμβαλλομένων ᾠδαῖς. ὥστε ἡ τῶν ὁμοίων σύγκρουσις μικρὸν ἔσται τι ᾠδῆς μέρος καὶ μέλισμα. περὶ μὲν δὴ συγκρούσεως, καὶ ὡς γίνοιτ’ ἂν μεγαλοπρεπὴς σύνθεσις, λε‐
5λέχθω τοσαῦτα.

75

Ἔστι δὲ καὶ ἐν πράγμασι τὸ μεγαλοπρεπές, ἂν μεγάλη καὶ διαπρεπὴς πεζομαχία ἢ ναυμαχία ἢ περὶ οὐρανοῦ ἢ περὶ γῆς λόγος· ὁ γὰρ τοῦ μεγάλου ἀκούων πράγματος εὐθὺς καὶ 〈τὸν〉 λέγοντα οἴεται μεγάλως λέγειν, (πλανώμενος· δεῖ γὰρ οὐ τὰ λεγόμενα σκο‐
5πεῖν, ἀλλὰ πῶς λέγεται, ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρε‐ πὲς ποιεῖν τὸ πρᾶγμα), διὸ καὶ δεινούς τινάς φασιν, ὥσπερ καὶ Θεόπομπον, δεινὰ οὐ δεινῶς λέγοντα.20

76

Νικίας δ’ ὁ ζωγράφος καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γρα‐ φικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν, καὶ μὴ κατακερματίζειν τὴν τέχνην εἰς μικρά, οἷον ὀρνίθια ἢ ἄνθη, ἀλλ’ ἱππομαχίας καὶ ναυμαχίας, ἔνθα πολλὰ μὲν σχήματα δείξειεν
5ἄν τις ἵππων τῶν μὲν θεόντων, τῶν δὲ ἀνθισταμένων ὀρθῶν, ἄλλων δὲ ὀκλαζόντων, πολλοὺς δ’ ἀκοντίζοντας, πολλοὺς δὲ κατα‐ πίπτοντας τῶν ἱππέων· ᾤετο γὰρ καὶ τὴν ὑπόθεσιν αὐτὴν μέρος εἶναι τῆς ζωγραφικῆς τέχνης, ὥσπερ τοὺς μύθους τῶν ποιητῶν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς λόγοις καὶ ἐκ πραγμάτων
10μεγάλων μεγαλοπρέπεια γένηται.

77

Τὴν δὲ λέξιν ἐν τῷ χαρακτῆρι τούτῳ περιττὴν εἶναι δεῖ καὶ ἐξηλλαγμένην καὶ ἀσυνήθη μᾶλλον· οὕτω γὰρ ἕξει τὸν ὄγκον, ἡ δὲ κυρία καὶ συνήθης σαφὴς μὲν ἀεί, τῇ δὲ καὶ εὐκαταφρόνητος.

78

Πρῶτα μὲν οὖν μεταφοραῖς χρηστέον· αὗται γὰρ μάλιστα καὶ ἡδονὴν συμβάλλονται τοῖς λόγοις καὶ μέγεθος, μὴ μέντοι πυκναῖς (ἐπεί τοι διθύραμβον ἀντὶ λόγου γράψομεν) μήτε μὴν πόρρωθεν μετενηνεγμέναις, ἀλλ’ αὐτόθεν καὶ ἐκ τοῦ ὁμοίου, οἷον ἔοικεν ἀλλή‐
5λοις στρατηγός, κυβερνήτης, ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντές εἰσιν. ἀσφαλῶς οὖν ἐρεῖ καὶ ὁ τὸν στρατηγὸν κυβερνήτην λέγων τῆς πόλεως, καὶ ἀνάπαλιν ὁ τὸν κυβερνήτην ἄρχοντα τῆς νηός.

79

Οὐ πᾶσαι μέντοι ἀνταποδίδονται, ὥσπερ αἱ προειρημέναι, ἐπεὶ τὴν ὑπώρειαν μὲν τῆς Ἴδης πόδα ἐξῆν εἰπεῖν τὸν ποιητήν, τὸν δὲ τοῦ ἀνθρώπου πόδα οὐκέτι ὑπώρειαν εἰπεῖν.

80

Ἐπὰν μέντοι κινδυνώδης ἡ μεταφορὰ δοκῇ, μεταλαμβανέσθω εἰς εἰκασίαν· οὕτω γὰρ ἀσφαλεστέρα γίγνοιτ’ ἄν. εἰκασία δ’ ἔστι
μεταφορὰ πλεονάζουσα, οἷον εἴ τις 〈τῷ〉 τότε τῷ Πύθωνι τῷ ῥήτορι ῥέοντι καθ’ ὑμῶν προσθεὶς εἴποι· ὥσπερ ῥέοντι καθ’ ὑμῶν.21
5οὕτω μὲν γὰρ εἰκασία γέγονεν καὶ ἀσφαλέστερος ὁ λόγος, ἐκείνως δὲ μεταφορὰ καὶ κινδυνωδέστερος. διὸ καὶ Πλάτων ἐπισφαλές τι δοκεῖ ποιεῖν μεταφοραῖς μᾶλλον χρώμενος ἢ εἰκασίαις, ὁ μέντοι Ξενοφῶν εἰκασίαις μᾶλλον.

81

Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργοῦντα εἰσάγηται καθάπερ ἔμψυχα, ὡς τὸ ἐπὶ τοῦ βέλους· ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων,
5καὶ τὸ κυρτὰ φαληριόωντα. πάντα γὰρ ταῦτα, τὸ φαληριόωντα καὶ τὸ μενεαίνων, ζωτι‐ καῖς ἐνεργείαις ἔοικεν.

82

Ἔνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυρι‐ ώτερον, ἤπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ἔφριξεν δὲ μάχη. οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ’ ἀληθέστερον εἴποι οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον 〈καὶ τὸν〉 γινό‐
5μενον τούτοις ἠρέμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγό‐ ρευσεν, καὶ ἅμα ἐπείληπταί πως τῆς κατ’ ἐνέργειαν μεταφορᾶς τῆς προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὥσπερ ζῷον.

83

Δεῖ μέντοι μὴ λανθάνειν, ὅτι ἔνιαι μεταφοραὶ μικροπρέπειαν ποιοῦσι μᾶλλον ἢ μέγεθος, καίτοι τῆς μεταφορᾶς πρὸς ὄγκον λαμ‐ βανομένης, ὡς τὸ ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός·
5οὐρανὸν γὰρ ὅλον ἠχοῦντα οὐκ ἐχρῆν προσεικάσαι ἠχούσῃ σάλπιγγι, πλὴν εἰ μή τις ἄρα ἀπολογοῖτο ὑπὲρ τοῦ Ὁμήρου λέγων, ὡς οὕτως ἤχησεν μέγας οὐρανός, ὡς ἂν ἠχήσειεν σαλπίζων ὅλος οὐ‐ ρανός.

84

Ἑτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινο‐ μένην μᾶλλον ἢ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφέρειν
εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν· ἐπεὶ δὲ πορευομένων ἐξεκύμηνέ τι φάλαγγος. τὴν γὰρ τῆς τάξεως22
5παρεκτροπὴν ἐκκυμαινούσῃ θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν. εἰ δέ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν οὐδὲ οἰκείως μετοίσει, πάντη δὲ πάντως μικροπρεπῶς.

85

Ἔνιοι δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερο‐ μένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσιν, ὡς ὁ Θέογνις παρατίθε‐ ται τῷ τόξῳ φόρμιγγα ἄχορδον ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος· ἡ μὲν γὰρ φόρμιγξ κινδυνῶδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἀχόρδῳ
5ἠσφάλισται.

86

Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μετα‐ φορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λαν‐ θάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκήν τε φωνὴν λέγουσα καὶ ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἄλλα, ὅσα
5οὕτως μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις.

87

Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς συνηθείας τέχνην εἴτε φύσιν. οὕτως γοῦν ἔνια μετήνεγκεν ἡ συν‐ ήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἔτι ἐδεήθημεν, ἀλλὰ μεμένηκεν ἡ μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ὁ τῆς ἀμπέλου
5ὀφθαλμὸς καὶ εἴ τι ἕτερον τοιοῦτον.

88

Σφόνδυλος μέντοι καὶ κλεὶς τὰ ἐπὶ τοῦ σώματος καὶ κτένες οὐ κατὰ μεταφορὰν ὠνόμασται, ἀλλὰ καθ’ ὁμοιότητα διὰ τὸ ἐοικέναι τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ.

89

Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφοράν, ὡς προλέλεκται, στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ ὥσπερ προτι‐ θέναι, ἐπεί τοι ἀντ’ εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ Ξενοφῶντος· ὥσπερ δὲ κύων γενναῖος ἀπρονοήτως ἐπὶ
5κάπρον φέρεται, καί· ὥσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυ‐ ριῶν καὶ ἀπολακτίζων· ταῦτα γὰρ οὐκ εἰκασίαις ἔτι ἔοικεν, ἀλλὰ παραβολαῖς ποιητικαῖς.

90

Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥᾳδίως ἐν τοῖς πεζοῖς λόγοις τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν 〈τοσαῦτα〉 ὡς τύπῳ εἰπεῖν.23

91

Ληπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκεί‐ μενα, οἷον θεοτεράτους πλάνας, οὐδὲ ἄστρων δορύπυρον στρατόν, ἀλλ’ ἐοικότα τοῖς ὑπὸ τῆς συνηθείας συγκειμένοις· καθόλου γὰρ ταύτην κανόνα ποιοῦμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν
5καὶ ἀρχιτέκτονας καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν.

92

Ἕξει μέντοι τὸ σύνθετον ὄνομα ὁμοῦ καὶ ποικιλίαν τινὰ ἐκ τῆς συνθέσεως καὶ μέγεθος, καὶ ἅμα καὶ συντομίαν τινά. ὄνομα γὰρ τεθήσεται ἀντὶ ὅλου τοῦ λόγου, οἷον ἂν τὴν τοῦ σίτου κομι‐ δὴν σιτοπομπίαν λέγῃς· πολὺ γὰρ οὕτω μεῖζον. τάχα δ’ ἂν καὶ
5λυθέντος ὀνόματος εἰς λόγον ἕτερον τρόπον μεῖζον γένοιτο, οἷον σίτου πομπὴ ἀντὶ σιτοπομπίας.

93

†Ὄνομα δ’ ἀντὶ λόγου τίθεται, οἷον ὡς Ξενοφῶν φησιν ὅτι οὐκ ἦν λαβεῖν ὄνον ἄγριον, εἰ μὴ οἱ ἱππεῖς διαστάντες θηρῷεν δια‐ δεχόμενοι. †ὀνόματι, οἷον ὅτι οἱ μὲν ὄπισθεν ἐδίωκον, οἱ δ’ ἀπήν‐ των ὑπελαύνοντες πρόσω, ὥστε τὸν ὄνον ἐν μέσῳ ἀπολαμβάνεσθαι.
5φυλάττεσθαι μέντοι δεῖ πολλὰ τιθέναι τὰ διπλᾶ ὀνόματα· τοῦτο γὰρ ἔξω λόγου πεζοῦ τὸ εἶδος.

94

Τὰ δὲ πεποιημένα ὀνόματα ὁρίζονται μὲν τὰ κατὰ μίμησιν ἐκ‐ φερόμενα πάθους ἢ πράγματος, οἷον ὡς τὸ σίζε καὶ τὸ λάπτον‐

95

τες, ποιεῖ δὲ μάλιστα μεγαλοπρέπειαν διὰ τὸ οἷον ψόφοις ἐοικέναι, καὶ μάλιστα τῷ †ξένω· οὐ γὰρ ὄντα ὀνόματα λέγει, ἀλλὰ τότε γινόμενα, καὶ ἅμα σοφόν τι φαίνεται ὀνόματος καινοῦ γένεσις οἷον συνηθείας· ἔοικεν γοῦν ὀνοματουργῶν τοῖς πρώτοις θεμένοις τὰ
5ὀνόματα.

96

Στοχαστέον πρῶτον μὲν τοῦ σαφοῦς ἐν τῷ ποιουμένῳ ὀνόματι καὶ συνήθους, ἔπειτα τῆς ὁμοιότητος πρὸς τὰ κείμενα ὀνόματα, ὡς
μὴ φρυγίζειν ἢ σκυθίζειν τις δόξει μεταξὺ Ἑλληνικῆς ὀνομασίας.24

97

Ποιητέον μέντοι ἤτοι τὰ μὴ ὠνομασμένα, οἷον ὁ τὰ τύμπανα καὶ τἄλλα τῶν μαλθακῶν ὄργανα κιναιδίας εἰπὼν καὶ Ἀριστο‐ τέλης τὸν ἐλεφαντιστήν· ἢ παρὰ τὰ κείμενα παρονομάζοντα αὐτόν, οἷον ὡς τὸν σκαφίτην τις ἔφη τὸν τὴν σκάφην ἐρέσσοντα, καὶ
5Ἀριστοτέλης τὸν αὐτίτην οἷον τὸν μόνον αὐτὸν ὄντα.

98

Ξενοφῶν δὲ ἠλέλιξάν φησιν, [ὁ στρατηγὸς] τὴν τοῦ ἐλελεῦ ἀναβόησιν, ἣν ἀνεβόα ὁ στρατὸς συνεχῶς, παραποιήσας ὀνόματι. ἐπισφαλὲς μέντοι τοὖργον, καθὼς ἔφην, καὶ αὐτοῖς τοῖς ποιηταῖς. καὶ τὸ διπλοῦν μέντοι ὄνομα εἶδος ἂν εἴη πεποιημένου ὀνόματος·
5πᾶν γὰρ τὸ συντιθέμενον ἔκ τινων γέγονεν δηλονότι.

99

Μεγαλεῖον δέ τί ἐστι καὶ ἡ ἀλληγορία, καὶ μάλιστα ἐν ταῖς ἀπειλαῖς, οἷον ὡς ὁ Διονύσιος, ὅτι οἱ τέττιγες αὐτοῖς ᾄσονται χαμᾶθεν.

100

Εἰ δ’ οὕτως ἁπλῶς εἶπεν, ὅτι τεμεῖ τὴν Λοκρίδα χώραν, καὶ ὀργιλώτερος ἂν ἐφάνη καὶ εὐτελέστερος. νῦν δὲ ὥσπερ συγκαλύμ‐ ματι τοῦ λόγου τῇ ἀλληγορίᾳ κέχρηται· πᾶν γὰρ τὸ ὑπονοούμενον φοβερώτερον, καὶ ἄλλος εἰκάζει ἄλλο τι· ὃ δὲ σαφὲς καὶ φανερόν,
5καταφρονεῖσθαι εἰκός, ὥσπερ τοὺς ἀποδεδυμένους.

101

Διὸ καὶ τὰ μυστήρια ἐν ἀλληγορίαις λέγεται πρὸς ἔκπληξιν καὶ φρίκην, ὥσπερ· ἐν σκότῳ καὶ νυκτί. ἔοικεν δὲ καὶ ἡ ἀλληγορία

102

τῷ σκότῳ καὶ τῇ νυκτί. Φυλάττεσθαι μέντοι κἀπὶ ταύτης τὸ συν‐ εχές, ὡς μὴ αἴνιγμα ὁ λόγος ἡμῖν γένηται, οἷον τὸ ἐπὶ τῆς σικύας τῆς ἰατρικῆς· ἄνδρα εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα.
5καὶ οἱ Λάκωνες πολλὰ ἐν ἀλληγορίαις ἔλεγον ἐκφοβοῦντες, οἷον τὸ Διονύσιος ἐν Κορίνθῳ πρὸς Φίλιππον, καὶ ἄλλα τοιαῦτα οὐκ ὀλίγα.

103

Ἡ συντομία δὲ πῆ μὲν μεγαλοπρεπής, καὶ μάλιστα ἡ ἀποσιώ‐ πησις (ἔνια γὰρ μὴ ῥηθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον,) πῆ δὲ μικροπρεπής. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος,
οἷον ὡς Ξενοφῶν, τὰ δὲ ἅρματα ἐφέρετο, φησί, τὰ μὲν δι’25
5αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δι’ αὐτῶν τῶν πολεμίων. πολὺ γὰρ οὕτως μεῖζον, ἢ εἴπερ ὧδ’ εἶπεν· καὶ διὰ τῶν φιλίων καὶ διὰ τῶν πολεμίων αὐτῶν.

104

Πολλαχοῦ δὲ καὶ τὸ πλάγιον μεῖζον τοῦ εὐθέος, οἷον· ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων ἀντὶ τοῦ διενοοῦντο ἐλάσαι καὶ διακόψαι.

105

Συμβέβληται δὲ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων καὶ ἡ δυσφωνία ἡ φαινομένη· καὶ γὰρ τὸ δύσφωνον πολλαχοῦ ὀγκηρόν, ὥσπερ Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι. πολὺ γὰρ μᾶλλον τὸν Αἴαντα μέγαν ἐνέφηνεν ἡ τῶν δύο σύμ‐
5πληξις τῆς ἑπταβοείου ἀσπίδος.

106

Τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπι‐ κοσμοῦσαν, ἔστι δὲ τὸ μεγαλοπρεπέστατον ἐν τοῖς λόγοις. τῆς γὰρ λέξεως ἡ μὲν ὑπηρετεῖ, ἡ δὲ ἐπικοσμεῖ. ὑπηρετεῖ μὲν ἡ τοιάδε· οἵαν τὰν ὑάκινθον ἐν οὔρεσι ποιμένες ἄνδρες
5 ποσσὶ καταστείβουσιν, ἐπικοσμεῖ δὲ τὸ ἐπιφερόμενον τὸ
χαμαὶ δέ τε πορφύρον ἄνθος· ἐπενήνεκται γὰρ τοῦτο τοῖς προενηνεγμένοις κόσμος σαφῶς καὶ κάλλος.

107

Μεστὴ δὲ τούτων καὶ ἡ Ὁμήρου ποίησις, οἷον· ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκ ἔτι τοῖσιν ἐῴκει, οἷς τὸ πάρος Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐπὶ φρεσὶν ἔμβαλε δαίμων,
5 μήπως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε. εἶτα ἐπιφωνεῖ· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.

108

Καὶ καθόλου τὸ ἐπιφώνημα τοῖς τῶν πλουσίων ἔοικεν ἐπιδείγ‐ μασιν, γείσοις λέγω καὶ τριγλύφοις καὶ πορφύραις πλατείαις· οἷον
γάρ τι καὶ αὐτὸ τοῦ ἐν λόγοις πλούτου σημεῖόν ἐστιν.26

109

Δόξειεν δ’ ἂν καὶ τὸ ἐνθύμημα ἐπιφωνήματος εἶδός τι εἶναι, οὐκ ὂν μέν· οὐ γὰρ κόσμου ἕνεκεν, ἀλλὰ ἀποδείξεως παραλαμβάνε‐ ται, πλὴν ἐπιλεγόμενόν γε ἐπιφωνηματικῶς.

110

Ὡσαύτως δὲ καὶ ἡ γνώμη ἐπιφωνουμένῳ τινὶ ἔοικεν ἐπὶ προ‐ ειρημένοις, ἀλλ’ οὐδ’ αὕτη ἐπιφώνημά ἐστι· καὶ γὰρ προλέγεται

111

πολλάκις, λαμβάνει μέντοι χώραν ποτὲ ἐπιφωνήματος. Τὸ δὲ νήπιος οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν, οὐδ’ αὐτὸ ἐπιφώνημα ἂν εἴη· οὐ γὰρ ἐπιλέγεται οὐδὲ ἐπικοσμεῖ, οὐδ’ ὅλως ἐπιφωνήματι ἔοικεν, ἀλλὰ προσφωνήματι ἢ ἐπικερτομήματι.

112

Τὸ δὲ ποιητικὸν ἐν λόγοις ὅτι μὲν μεγαλοπρεπές, καὶ τυφλῷ δῆλόν φασι, πλὴν οἱ μὲν γυμνῇ πάνυ χρῶνται τῇ μιμήσει τῶν ποιητῶν, μᾶλλον δὲ οὐ μιμήσει, ἀλλὰ μεταθέσει, καθάπερ Ἡρόδοτος ..

113

.... Θουκυδίδης μέντοι κἂν λάβῃ παρὰ ποιητοῦ τι, ἰδίως αὐτῷ χρώμενος ἴδιον τὸ ληφθὲν ποιεῖ, οἷον ὁ μὲν ποιητὴς ἐπὶ τῆς Κρήτης ἔφη· Κρήτη τις γαῖ’ ἐστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
5 καλὴ καὶ πίειρα, περίρρυτος. ὁ μὲν δὴ ἐπὶ τοῦ μεγέθους ἐχρήσατο τῷ περίρρυτος, ὁ δὲ Θουκυδίδης ὁμονοεῖν τοὺς Σικελιώτας καλὸν οἴεται εἶναι, γῆς ὄντας μιᾶς καὶ περιρρύτου, καὶ ταὐτὰ πάντα εἰπών, γῆν τε ἀντὶ νήσου καὶ περίρρυτον ὡσαύτως, ὅμως ἕτερα λέγειν δοκεῖ, διότι
10οὐχ ὡς πρὸς μέγεθος, ἀλλὰ πρὸς ὁμόνοιαν αὐτοῖς ἐχρήσατο. περὶ μὲν δὴ μεγαλοπρεπείας τοσαῦτα.

114

Ὥσπερ δὲ παράκειται φαῦλά τινα ἀστείοις τισίν, οἷον θάρρει μὲν τὸ θράσος, ἡ δ’ αἰσχύνη τῇ αἰδοῖ, τὸν αὐτὸν τρόπον καὶ τῆς ἑρμηνείας τοῖς χαρακτῆρσιν παράκεινται διημαρτημένοι τινές. πρῶτα δὲ περὶ τοῦ γειτνιῶντος τῷ μεγαλοπρεπεῖ λέξομεν. ὄνομα μὲν οὖν
5αὐτῷ ψυχρόν, ὁρίζεται δὲ τὸ ψυχρὸν Θεόφραστος οὕτως· ψυχρόν ἐστι τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν, οἷον
ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ, ἀντὶ τοῦ ἀπύθμενος ἐπὶ τραπέζης κύλιξ οὐ τίθεται. τὸ γὰρ πρᾶγμα σμικρὸν ὂν οὐ δέχεται ὄγκον τοσοῦτον λέξεως.27

115

Γίνεται μέντοι καὶ τὸ ψυχρὸν ἐν τρισίν, ὥσπερ καὶ τὸ μεγαλο‐ πρεπές. ἢ γὰρ ἐν διανοίᾳ, καθάπερ ἐπὶ τοῦ Κύκλωπος λιθοβο‐ λοῦντος τὴν ναῦν τοῦ Ὀδυσσέως ἔφη τις· φερομένου τοῦ λίθου αἶγες ἐνέμοντο ἐν αὐτῷ. ἐκ γὰρ τοῦ ὑπερβεβλημένου τῆς δια‐
5νοίας καὶ ἀδυνάτου ἡ ψυχρότης.

116

Ἐν δὲ λέξει ὁ Ἀριστοτέλης φησὶ γίνεσθαι τετραχῶς .... ὡς Ἀλκιδάμας ὑγρὸν ἱδρῶτα. ἢ ἐν συνθέτῳ, ὅταν διθυραμβώδης συντεθῇ ἡ δίπλωσις τοῦ ὀνόματος, ὡς τὸ ἐρημόπλανος ἔφη τις, καὶ 〈εἴ〉 τι ἄλλο οὕτως ὑπέρογκον. γίνεται δὲ καὶ ἐν μεταφορᾷ
5τὸ ψυχρόν ..... τρέμοντα καὶ ὠχρὰ τὰ πράγματα. τετραχῶς μὲν οὖν κατὰ τὴν λέξιν οὕτως ἂν γίγνοιτο.

117

Σύνθεσις δὲ ψυχρὰ ἡ μὴ εὔρυθμος, ἀλλὰ ἄρυθμος οὖσα καὶ διὰ πάντων μακρῶν ἔχουσα, ὥσπερ ἡ τοιάδε· ἥκων ἡμῶν εἰς τὴν χώραν, πάσης ἡμῶν ὀρθῆς οὔσης. οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλὲς διὰ τὴν συνέχειαν τῶν μακρῶν συλλαβῶν.

118

Ψυχρὸν δὲ καὶ τὸ μέτρα τιθέναι συνεχῆ, καθάπερ τινές, καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας· ποίημα γὰρ ἄκαιρον ψυχρόν, ὥσπερ καὶ τὸ ὑπέρμετρον.

119

Καὶ καθόλου ὁποῖόν τί ἐστιν ἡ ἀλαζονεία, τοιοῦτον καὶ ἡ ψυχρότης· ὅ τε γὰρ ἀλαζὼν τὰ μὴ προσόντα αὐτῷ αὐχεῖ ὅμως ὡς προσόντα, ὅ τε μικροῖς πράγμασιν περιβάλλων ὄγκον καὶ αὐτὸς ἐν μικροῖς ἀλαζονευομένῳ ἔοικεν. καὶ ὁποῖόν τι τὸ ἐν τῇ παροιμίᾳ
5κοσμούμενον ὕπερον, τοιοῦτόν τί ἐστι καὶ τὸ ἐν τῇ ἑρμηνείᾳ ἐξηρ‐ μένον ἐν μικροῖς πράγμασιν.

120

Καίτοι τινές φασι δεῖν τὰ μικρὰ μεγάλως λέγειν, καὶ σημεῖον τοῦτο ἡγοῦνται ὑπερβαλλούσης δυνάμεως. ἐγὼ δὲ Πολυκράτει μὲν τῷ ῥήτορι συγχωρῶ ἐγκωμιάζοντι ..... ὡς Ἀγαμέμνονα ἐν ἀντιθέτοις καὶ μεταφοραῖς καὶ πᾶσι τοῖς ἐγκωμιαστικοῖς τρόποις·
5ἔπαιζεν γάρ, οὐκ ἐσπούδαζε, καὶ αὐτὸς τῆς γραφῆς ὁ ὄγκος παί‐ γνιόν ἐστι. παίζειν μὲν δὴ ἐξέστω, ὡς φημί, τὸ δὲ πρέπον ἐν παντὶ πράγματι φυλακτέον, τοῦτ’ ἔστι προσφόρως ἑρμηνευτέον, τὰ μὲν μικρὰ μικρῶς, τὰ μεγάλα δὲ μεγάλως.28

121

Καθάπερ Ξενοφῶν ἐπὶ τοῦ Τηλεβόα ποταμοῦ μικροῦ ὄντος καὶ καλοῦ φησιν· οὗτος δὲ ποταμὸς ἦν μέγας μὲν οὔ, καλὸς δέ· τῇ γὰρ βραχύτητι τῆς συνθέσεως καὶ τῇ ἀπολήξει τῇ εἰς τὸ δὲ μόνον οὐκ ἐπέδειξεν ἡμῖν μικρὸν ποταμόν. ἕτερος δέ τις ἑρμη‐
5νεύων ὅμοιον τῷ Τηλεβόᾳ ποταμῷ ἔφη, ὡς ἀπὸ τῶν Λαυρικῶν ὀρέων ὁρμώμενος ἐκδιδοῖ ἐς θάλασσαν, καθάπερ τὸν Νεῖλον ἑρμηνεύων κατακρημνιζόμενον ἢ τὸν Ἴστρον ἐκβάλλοντα. πάντα οὖν τὰ τοιαῦτα ψυχρότης καλεῖται.

122

Γίνεται μέντοι τὰ μικρὰ μεγάλα ἕτερον τρόπον, οὐ διὰ τοῦ ἀπρεποῦς, ἀλλ’ ἐνίοτε ὑπ’ ἀνάγκης. οἷον ὅταν μικρὰ κατορθώσαντά τινα στρατηγὸν ἐξαίρειν βουλώμεθα ὡς μεγάλα κατωρθωκότα ...... οἷον ὅτι ἔφορος ἐν Λακεδαίμονι τὸν περιέργως καὶ οὐκ ἐπιχωρίως
5σφαιρίσαντα ἐμαστίγωσεν· τούτῳ γὰρ αὐτόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγῳδοῦμεν, ὡς οἱ τὰ μικρὰ πονηρὰ ἔθη ἐῶντες ὁδὸν τοῖς μείζοσι πονηροῖς ἀνοιγνύουσιν, καὶ ὅτι ἐπὶ τοῖς μικροῖς παρανομή‐ μασιν χρὴ κολάζειν μᾶλλον, οὐκ ἐπὶ τοῖς μεγάλοις. καὶ τὴν παροι‐ μίαν ἐποίσομεν· ἀρχὴ δέ τοι ἥμισυ παντός, ὡς ἐοικυῖαν †τοῦτο
10σμικρῷ κακῷ, καὶ ὅτι οὐδὲν κακὸν μικρόν ἐστιν.

123

Οὕτως μὲν δὴ ἐξέστω καὶ τὸ μικρὸν κατόρθωμα ἐξαίρειν μέγα, οὐ μὴν ὥστε ἀπρεπές τι ποιεῖν, ἀλλ’ ὥσπερ καὶ τὸ μέγα κατα‐ σμικρύνεται χρησίμως πολλάκις, οὕτως ἂν καὶ τὸ μικρὸν ἐξαίροιτο.

124

Μάλιστα δὲ ἡ ὑπερβολὴ ψυχρότατον πάντων. τριττὴ δέ ἐστιν. ἢ γὰρ καθ’ ὁμοιότητα ἐκφέρεται, ὡς τὸ θέειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἢ καθ’ ὑπεροχήν, ὡς τὸ λευκότεροι χιόνος, ἢ κατὰ τὸ ἀδύνατον, ὡς τὸ οὐρανῷ ἐστήριξε κάρη.

125

Πᾶσα μὲν οὖν ὑπερβολὴ ἀδύνατός ἐστιν (οὔτε γὰρ ἂν χιόνος
λευκότερον γένοιτο, οὔτ’ ἂν ἀνέμῳ θέειν ὅμοιον), αὕτη μέντοι ἡ τρίτη ὑπερβολὴ εἰρημένη ἐξαιρέτως ὀνομάζεται ἀδύνατος. διὸ δὴ καὶ μάλιστα ψυχρὰ δοκεῖ πᾶσα ὑπερβολή, διότι ἀδυνάτῳ ἔοικεν.29

126

Διὰ τοῦτο δὲ μάλιστα καὶ οἱ κωμῳδοποιοὶ χρῶνται αὐτῇ, ὅτι ἐκ τοῦ ἀδυνάτου ἐφέλκονται τὸ γελοῖον, ὥσπερ ἐπὶ τῶν Περσῶν τῆς ἀπληστίας ὑπερβαλλόμενός τις ἔφη, ὅτι πεδία ἐξέχεζον ὅλα, καὶ ὅτι βοῦς ἐν ταῖς γνάθοις ἔφερον.

127

Τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ φαλακρότερος εὐδίας, καὶ τὸ κολοκύντης ὑγιέστερος. τὸ δὲ χρυσῶ χρυσοτέρα τὸ Σαπφικὸν ἐν ὑπερβολῇ λέγεται καὶ αὐτὸ καὶ ἀδυνάτως, πλὴν αὐτῷ γε τῷ ἀδυνάτῳ χάριν ἔχει, οὐ ψυχρότητα. ὃ δὴ καὶ μάλιστα θαυ‐
5μάσειεν ἄν τις Σαπφοῦς τῆς θείας, ὅτι φύσει κινδυνώδει πράγματι καὶ δυσκατορθώτῳ ἐχρήσατο ἐπιχαρίτως. καὶ περὶ μὲν ψυχρότητος καὶ ὑπερβολῆς τοσαῦτα. νῦν δὲ περὶ τοῦ γλαφυροῦ χαρακτῆρος λέξομεν.

128

Ὁ γλαφυρὸς λόγος χαριεντισμός ἐστι καὶ λόγος ἱλαρός. τῶν δὲ χαρίτων αἱ μέν εἰσιν μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου· τὸ γὰρ ἧς ῥᾷον
5ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους, τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, το‐ σαύτας εἴληφεν δραχμάς, οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέ‐

129

ρουσιν σκωμμάτων οὐδὲ πόρρω γελωτοποιΐας εἰσίν. Τὸ δὲ τῇ δέ θ’ ἅμα Νύμφαι
παίζουσιν· γέγηθε 〈δέ〉 τε φρένα Λητώ· καὶ
5 ῥεῖα δ’ ἀριγνώτη πέλεται· καλαὶ δέ τε πᾶσαι· καὶ ........ αὗταί εἰσιν αἱ λεγόμεναι σεμναὶ χάριτες καὶ μεγάλαι.

130

Χρῆται δὲ αὐταῖς Ὅμηρος καὶ πρὸς δείνωσιν ἐνίοτε καὶ ἔμ‐ φασιν, καὶ παίζων φοβερώτερός ἐστι, πρῶτός τε εὑρηκέναι δοκεῖ
φοβερὰς χάριτας, ὥσπερ τὸ ἐπὶ τοῦ ἀχαριτωτάτου προσώπου, τὸ ἐπὶ τοῦ Κύκλωπος, τὸ [οὖν] Οὖτιν ἐγὼ πύματον ἔδομαι, τοὺς30
5δὲ λοιποὺς πρώτους, τὸ τοῦ Κύκλωπος ξένιον· οὐ γὰρ οὕτως αὐτὸν ἐνέφηνεν δεινὸν ἐκ τῶν ἄλλων, ὅταν δύο δειπνῇ ἑταίρους, οὐδ’ ἀπὸ τοῦ θυρεοῦ ἢ ἐκ τοῦ ῥοπάλου, ὡς ἐκ τούτου τοῦ ἀστεϊσμοῦ.

131

Χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινό‐ τητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος· ἐρω‐ τηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα.
5διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυ‐ ναῖκες αὐτοῖς εἵποντο, ἀλλ’ Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν.
Τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ

132

μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρω‐ τες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κἂν ὑπὸ Ἱππώ‐ νακτος λέγηται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυ‐ τοῦ· οὐδεὶς γὰρ ἂν ὑμέναιον ᾄδοι ὀργιζόμενος οὐδὲ τὸν Ἔρωτα
5Ἐριννὺν ποιήσειεν τῇ ἑρμηνείᾳ ἢ γίγαντα, οὐδὲ τὸ γελᾶν κλαίειν.
Ὥστε ἡ μέν τις ἐν πράγματι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις

133

ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δ’ ὅτε Πανδαρέη κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο· ἐνταῦθα γὰρ καὶ ἡ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει
5χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷ τε χλωρηῒς καὶ τῷ Πανδαρέη κούρη εἰπεῖν ἐπὶ ὄρνιθος, ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι.
Πολλάκις δὲ καὶ τὰ μὲν πράγματα ἀτερπῆ ἐστι φύσει καὶ

134

στυγνά, ὑπὸ δὲ τοῦ λέγοντος γίνεται ἱλαρά. τοῦτο δὲ παρὰ Ξενο‐ φῶντι δοκεῖ πρώτῳ εὑρῆσθαι· λαβὼν γὰρ ἀγέλαστον πρόσωπον καὶ στυγνόν, τὸν Ἀγλαϊτάδαν, τὸν Πέρσην, γέλωτα εὗρεν ἐξ αὐτοῦ
χαρίεντα, ὅτι ῥᾷόν ἐστι πῦρ ἐκτρῖψαι ἀπὸ σοῦ ἢ γέλωτα .....31

135

..... αὕτη δέ ἐστι καὶ ἡ δυνατωτάτη χάρις, καὶ μάλιστα ἐν τῷ λέγοντι. τὸ μὲν γὰρ πρᾶγμα καὶ φύσει στυγνὸν ἦν καὶ πολέμιον χάριτι, ὥσπερ καὶ Ἀγλαϊτάδας. ὃ δ’ [ὥσπερ] ἐνδείκνυται, ὅτι καὶ ἀπὸ τῶν τοιούτων παίζειν ἔστιν, ὡσπερεὶ καὶ ὑπὸ θερμοῦ ψύχεσθαι,
5θερμαίνεσθαι δὲ ὑπὸ τῶν ψυχρῶν.

136

Ἐπεὶ δὲ τὰ εἴδη τῶν χαρίτων δέδεικται, τίνα ἐστὶ καὶ ἐν τίσιν, νῦν καὶ τοὺς τόπους παραδείξομεν, ἀφ’ ὧν αἱ χάριτες. ἦσαν δὲ ἡμῖν αἱ μὲν ἐν τῇ λέξει, αἱ δὲ ἐν τοῖς πράγμασιν. παραδεί‐ ξομεν οὖν καὶ τοὺς τόπους καθ’ ἑκάτερα· πρώτους δὲ τοὺς τῆς
5λέξεως.

137

Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι· τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα
5τετρυπημένον· καὶ εἶχεν οὕτως. τὸ γὰρ ἐπιλεγόμενον τὸ εἶχεν οὕτως ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο, διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος.

138

Πολλάκις δὲ καὶ δύο φράζεται δι’ ἑνὸς πρὸς τὸ χάριεν, οἷον ἐπὶ τῆς Ἀμαζόνος καθευδούσης ἔφη τις, ὅτι τὸ τόξον ἐντετα‐ μένον ἔκειτο, καὶ ἡ φαρέτρα πλήρης, τὸ γέρρον ὑπὸ τῇ κεφαλῇ· τοὺς δὲ ζωστῆρας οὐ λύονται. ἐν γὰρ τούτῳ καὶ ὁ
5νόμος εἴρηται ὁ περὶ τοῦ ζωστῆρος, καὶ ὅτι οὐκ ἔλυσε τὸν ζωστῆρα, τὰ δύο πράγματα διὰ μιᾶς ἑρμηνείας. καὶ ἀπὸ τὴς συντομίας ταύ‐ της γλαφυρόν τί ἐστι.

139

Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν ἢ μέσον ἄχαρι γίνεται, ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου· δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν
5χώραν μηκέτι ἁρπάζεσθαι. ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι
διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι δί‐ δωσιν αὐτῷ δῶρα, τήν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ32
10στολὴν καὶ στρεπτόν. νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευ‐ ταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις.

140

Αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δῆλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοῖ, οἷον ἐκ τῆς ἀναδιπλώσεώς που νύμφη πρὸς τὴν παρθενίαν φησί· παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχῃ; ἡ δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι· οὐκέτι ἥξω
5πρὸς σέ, οὐκέτι ἥξω· πλείων γὰρ χάρις ἐμφαίνεται, ἢ εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἡ ἀναδίπλωσις πρὸς δεινότητας μᾶλλον δοκεῖ εὑρῆσθαι, ἡ δὲ καὶ τοῖς δεινοτάτοις κατα‐ χρῆται ἐπιχαρίτως.

141

Χαριεντίζεται δέ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, Ἕσπερε, πάντα φέρεις, φησί, φέρεις ὄϊν, φέρεις αἶγα, φέρεις ματέρι παῖδα. καὶ γὰρ ἐνταῦθα ἡ χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς φέρεις ἐπὶ τὸ αὐτὸ ἀναφερομένης.

142

Πολλὰς δ’ ἄν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίγνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἢ ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος· πτερύγων δ’ ὑποκακχέει λιγυρὰν ἀοιδάν, ὅ τι ποτ’ ἂν

143

φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ, ἢ ἐκ συνθέτου του ὀνόματος καὶ διθυραμβικοῦ· δέσποτα Πλούτων μελανοπτε‐ ρύγων, τουτὶ δεινὸν †πρὸ πτερύγων αὐτὸ ποίησον, ἃ μά‐ λιστα δὴ κωμῳδικὰ παίγνιά ἐστι καὶ σατύρια.

144

Καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται, ὡς ὁ Ἀριστοτέλης, ὅσῳ γάρ, φησί, μονώτης εἰμί, φιλομυθότερος γέγονα. καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ· ὅσῳ γὰρ αὐτίτης καὶ
μονώτης εἰμί, φιλομυθότερος γέγονα. τὸ μὲν γὰρ μονώτης33
5ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ αὐτίτης πεποιημένον ἐκ τοῦ αὐτός.

145

Πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπί τινος χαρίεντά ἐστιν, οἷον ὁ γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ καὶ κόβαλος. ἐν‐ ταῦθα ἡ χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἔθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται
5χάριτες παρ’ αὐτὰς τὰς λέξεις.

146

Ἐκ δὲ παραβολῆς, ὡς ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς ἡ Σαπφώ φησι· πέρροχος ὡς ὅτ’ ἀοιδὸς ὁ Λέσβιος ἀλλοδαποῖσιν. ἐνταῦθα γὰρ χάριν ἐποίησεν ἡ παραβολὴ μᾶλλον ἢ μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὥσπερ ἡ σελήνη τῶν ἄλλων ἄστρων, ἢ ὁ
5ἥλιος ὁ λαμπρότερος, ἢ ὅσα ἄλλα ἐστὶ ποιητικώτερα.

147

Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί· θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλί‐ ζοντι, οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ. καὶ γὰρ ἐνταῦθα ἐπίχαρις ἡ παραβολή ἐστι καὶ τοὺς Τρῶας
5διαπαίζουσα ὥσπερ παῖδας.

148

Ἔστι δέ τις ἰδίως χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰ‐ ποῦσα μεταβάλληται καὶ ὥσπερ μετανοήσῃ, οἷον ἴψω δή, φησί, τὸ μέλαθρον ἀέρατε τέκτονες· γαμβρὸς εἰσέρχεται ἶσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων, ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς,
5ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν.

149

Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ †Τηλεμάχῳ, ὅτι δύο κύνες δεδέατο πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰ‐ πεῖν τῶν κυνῶν. ἀλλὰ τί ἄν μοι βούλοιτο τὰ ὀνόματα ταῦτα; καὶ γὰρ οὗτος μεταβαλλόμενος μεταξὺ ἠστεΐσατο καὶ ἀπο‐
5σιγήσας τὰ ὀνόματα.

150

Καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς ὁ Ἀριστοφάνης
σκώπτων που τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν· ἀλλὰ τὸν ἑαυτοῦ νεὼ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν. ὥσπερ γοῦν οὐκ ἔτι ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ’ Ὅμηρος καὶ34
5ὁ στίχος ὁ Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν ἡ χάρις.

151

Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τὸ δελφοῖ παιδίον ὑμῶν ἁ κύων φέρει. καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων· ἐνθάδε ὦν κἠγὼ παρ’ ὕμμε τοὺς ὁμότριχας ἐξορ‐ μίζομαι, πλόον δοκάζων πόντιον. ναὶ γὰρ ἤδη τοῖς ταλί‐
5κοις ἀρ〈τέαι〉 ταὶ ἄγκυραι· ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ’ ἰχθύων· σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυ‐ ναικῶν λίχνευμα, καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.

152

Ἔστι δέ τις καὶ ἡ παρὰ προσδοκίαν χάρις, ὡς ἡ τοῦ Κύκλω‐ πος, ὅτι ὕστατον ἔδομαι Οὖτιν. οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ὁ ἀναγινώσκων. καὶ ὁ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, κηρὸν διατήξας, φησίν, εἶτα διαβήτην
5λαβών, ἐκ τῆς παλαίστρας ἱμάτιον ὑφείλετο.

153

Ἤδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο ἡ χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ’ οὐδ’ ἠκολούθει τοῖς προ‐ τέροις· ἡ δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρῖφος, ὥσπερ ὁ παρὰ Σώφρονι ῥητορεύων Βουλίας· οὐδὲν γὰρ ἀκόλουθον αὑτῷ λέγει.
5καὶ παρὰ Μενάνδρῳ δὲ ὁ πρόλογος τῆς Μεσσηνίας.

154

Πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς ὁ Ἀριστο‐ τέλης, ἐκ μὲν Ἀθηνῶν, φησίν, ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν· ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν. καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς
5κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δ’ οὖν ἀποκό‐
ψῃς τοῦ ἑτέρου κώλου τὸ μέγαν, συναφαιρεῖται καὶ ἡ χάρις.35

155

Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει ὅ 〈τι〉 τις ἔχοι· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀπο‐
5κεκρυμμέναι.

156

Αἱ μὲν οὖν κατὰ τὴν ἑρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμά ἐστιν παροιμία, ὡς ὁ Σώφρων μέν, Ἠπιόλης, ἔφη, ὁ τὸν πατέρα πνίγων. καὶ ἀλλαχόθι πού φησιν· ἐκ τοῦ ὄνυ‐
5χος γὰρ τὸν λέοντα ἔγραφεν· τορύναν ἔξεσεν· κύμινον ἔπρισεν. καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύωνται αὐτῷ αἱ χάριτες· σχεδόν τε πάσας ἐκ τῶν δρα‐ μάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν.

157

Καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὔχαρίς ἐστιν, ἤτοι ὁ κεί‐ μενος, ὡς ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησιν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος· πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὤν ποτε ἠδίκησεν ξένον. ὁ μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ.

158

Πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥς πέρ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ καὶ ὁ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι ἔνθεν καὶ ὁ μῦθός ἐστιν, ὡς ἡ σελήνη ἔτεκεν τὸν αἴλουρον·
5οὐ γὰρ μόνον κατ’ αὐτὴν τὴν πλάσιν ἔσται ἡ χάρις, ἀλλὰ καὶ ὁ μῦθος ἐμφαίνει χάριέν τι, αἰέλουρον ποιῶν σελήνης παῖδα.

159

Πολλάκις δὲ καὶ ἐκ φόβου ἀλλασσομένου γίνεται χάρις, ὅταν διακενῆς τις φοβηθῇ, οἷον τὸν ἱμάντα ὡς ὄφιν ἢ τὸν κρίβανον ὡς χάσμα τῆς γῆς, ἅπερ καὶ αὐτὰ κωμῳδικώτερά ἐστιν.

160

Καὶ εἰκασίαι δ’ εἰσὶν εὐχάριτες, ἂν τὸν ἀλεκτρυόνα Μήδῳ εἰ‐ κάσῃς, ὅτι τὴν κυρβασίαν ὀρθὴν φέρει· βασιλεῖ δέ, ὅτι πορφύρεός ἐστιν, ἢ ὅτι βοήσαντος ἀλεκτρυόνος ἀναπηδῶμεν, ὥσπερ καὶ βασι‐
λέως βοήσαντος, καὶ φοβούμεθα.36

161

Ἐκ δὲ ὑπερβολῶν χάριτες μάλιστα αἱ ἐν ταῖς κωμῳδίαις, πᾶσα δὲ ὑπερβολὴ ἀδύνατος, ὡς Ἀριστοφάνης ἐπὶ τῆς ἀπληστίας τῶν Περσῶν φησιν, ὅτι ὤπτουν βοῦς κριβανίτας ἀντὶ ἄρτων· ἐπὶ δὲ τῶν Θρᾳκῶν ἕτερος, ὅτι Μηδόκης ὁ βασιλεὺς βοῦν ἔφερεν
5ὅλον ἐν γνάθῳ.

162

Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὰ τοιαῦτά ἐστιν· ὑγιέστερος κολο‐ κύντης, καὶ φαλακρότερος εὐδίας, καὶ τὰ Σαπφικὰ πολὺ πακτίδος ἁδυμελεστέρα, χρυσοῦ χρυσοτέρα. πᾶσαι γὰρ αἱ τοιαῦται χάριτες ἐκ τῶν ὑπερβολῶν εὕρηνται.

163

[καί τι διαφέρουσι] Διαφέρουσι δὲ τὸ γελοῖον καὶ εὔχαρι πρῶτα μὲν τῇ ὕλῃ· χαρίτων μὲν γὰρ ὕλη νυμφαῖοι κῆποι, ἔρωτες, ἅπερ οὐ γελᾶται· γέλωτος δὲ Ἶρος καὶ Θερσίτης. τοσοῦτον οὖν διοίσουσιν, ὅσον ὁ Θερσίτης τοῦ Ἔρωτος.

164

Διαφέρουσι δὲ καὶ τῇ λέξει αὐτῇ. τὸ μὲν γὰρ εὔχαρι μετὰ κόσμου ἐκφέρεται καὶ δι’ ὀνομάτων καλῶν, ἃ μάλιστα ποιεῖ τὰς χάριτας, οἷον τὸ ποικίλλεται μὲν γαῖα πολυστέφανος καὶ τὸ χλωρηῒς ἀηδών· τὸ δὲ γελοῖον καὶ ὀνομάτων ἐστὶν εὐτελῶν καὶ κοινο‐
5τέρων, ὥσπερ ἔχει· ὅσον γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλο‐ μυθότερος γέγονα ....

165

.... ἔπειτα ἀφανίζεται ὑπὸ τοῦ κόσμου τῆς ἑρμηνείας, καὶ ἀντὶ γελοίου θαῦμα γίνεται. αἱ μέντοι χάριτές εἰσιν μετὰ σωφρο‐ σύνης, τὸ δὲ ἐκφράζειν τὰ γελοῖα ὅμοιόν ἐστι καὶ καλλωπίζειν πίθηκον.

166

Διὸ καὶ ἡ Σαπφὼ περὶ μὲν κάλλους ᾄδουσα καλλιεπής ἐστι καὶ ἡδεῖα, καὶ περὶ ἐρώτων δὲ καὶ ἔαρος καὶ περὶ ἀλκυόνος, καὶ ἅπαν καλὸν ὄνομα ἐνύφανται αὐτῆς τῇ ποιήσει, τὰ δὲ καὶ αὐτὴ εἰργάσατο.

167

Ἄλλως δὲ σκώπτει τὸν ἄγροικον νυμφίον καὶ τὸν θυρωρὸν τὸν ἐν τοῖς γάμοις, εὐτελέστατα καὶ ἐν πεζοῖς ὀνόμασι μᾶλλον ἢ
ἐν ποιητικοῖς, ὥστε αὐτῆς μᾶλλόν ἐστι τὰ ποιήματα ταῦτα διαλέ‐ γεσθαι ἢ ᾄδειν, οὐδ’ ἂν ἁρμόσαι πρὸς τὸν χορὸν ἢ πρὸς τὴν λύραν,37
5εἰ μή τις εἴη χορὸς διαλεκτικός.

168

Μάλιστα δὲ διαφέρουσιν καὶ ἐκ τῆς προαιρέσεως· οὐ γὰρ ὅμοια προαιρεῖται ὁ εὐχάριτος καὶ ὁ γελωτοποιῶν, ἀλλ’ ὁ μὲν εὐφραίνειν, ὁ δὲ γελασθῆναι. καὶ ἀπὸ τῶν ἐπακολουθούντων δέ· τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος.

169

Καὶ ἐκ τόπου. ἔνθα μὲν γὰρ γέλωτος τέχναι καὶ χαρίτων, ἐν σατύρῳ καὶ ἐν κωμῳδίαις. τραγῳδία δὲ χάριτας μὲν παραλαμβάνει ἐν πολλοῖς, ὁ δὲ γέλως ἐχθρὸς τραγῳδίας· οὐδὲ γὰρ ἐπινοήσειεν ἄν τις τραγῳδίαν παίζουσαν, ἐπεὶ σάτυρον γράψει ἀντὶ τραγῳδίας.

170

Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρός τε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ †τηλαυγὴς θύλακος, καὶ ἡ Κράτη‐ τος ποιητική, καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις·
5τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ ὁ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.

171

Ἔστι δὲ καὶ τοῦ ἤθους τις ἔμφασις ἐκ τῶν γελοίων καὶ ἢ παιγνίας ἢ ἀκολασίας, †ὡς καὶ τὸν οἶνον τὸν προχυθέντα ἐπισχὼν τὰς Πηλέα ἀντὶ Οἰνέως. ἡ γὰρ ἀντίθεσις ἡ περὶ τὰ ὀνόματα καὶ ἡ φροντὶς ἐμφαίνει τινὰ ψυχρότητα ἤθους καὶ ἀνα‐

172

γωγίαν. Περὶ δὲ σκωμμάτων μέν, οἷον εἰκασία τίς ἐστιν [ἡ γὰρ ἀντί‐ θεσις] εὐτράπελος, χρήσονταί τε ταῖς τοιαύταις εἰκασίαις, ὡς Αἰ‐ γυπτία κληματίς, μακρὸν καὶ μέλανα, καὶ τὸ θαλάσσιον πρό‐ βατον, τὸν μῶρον .... [τὸν ἐν τῇ θαλάσσῃ]. τοῖς μὲν τοιούτοις
5χρήσονται· εἰ δὲ μή, φευξόμεθα τὰ σκώμματα ὥσπερ λοιδορίας.

173

Ποιεῖ δὲ εὔχαριν τὴν ἑρμηνείαν καὶ τὰ λεγόμενα καλὰ ὀνό‐
ματα. ὡρίσατο δ’ αὐτὰ Θεόφραστος οὕτως· κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδύ, ἢ τὸ τῇ διανοίᾳ ἔντιμον.38

174

Πρὸς μὲν τὴν ὄψιν ἡδέα τὰ τοιαῦτα, ῥοδόχροον, ἀνθο‐ φόρου χλόας. ὅσα γὰρ ὁρᾶται ἡδέως, ταῦτα καὶ λεγόμενα καλά ἐστιν. πρὸς δὲ τὴν ἀκοὴν Καλλίστρατος, ἂν νοῶν. ἥ τε γὰρ τῶν λάμβδα σύγκρουσις ἠχῶδές τι ἔχει, καὶ ἡ τῶν νῦ γραμμάτων.

175

Καὶ ὅλως τὸ νῦ δι’ εὐφωνίαν ἐφέλκονται οἱ Ἀττικοὶ Δημο‐ σθένην λέγοντες καὶ Σωκράτην. τῇ διανοίᾳ δὲ ἔντιμα τὰ τοι‐ αῦτά ἐστιν, οἷον τὸ ἀρχαῖοι ἀντὶ τοῦ παλαιοί. ἐντιμότεροι γὰρ ἀρχαῖοι ἄνδρες.

176

Παρὰ δὲ τοῖς μουσικοῖς λέγεταί τι ὄνομα λεῖον, καὶ ἕτερον τὸ τραχύ, καὶ ἄλλο εὐπαγές, καὶ ἄλλ’ ὀγκηρόν. λεῖον μὲν οὖν ἐστιν ὄνομα τὸ διὰ φωνηέντων ἢ πάντων ἢ διὰ πλειόνων, οἷον Αἴας, τραχὺ δὲ οἷον βέβρωκεν· καὶ αὐτὸ δὲ τοῦτο τὸ τραχὺ ὄνομα κατὰ
5μίμησιν ἐξενήνεκται ἑαυτοῦ. εὐπαγὲς δὲ ἐπαμφοτερίζον καὶ με‐ μιγμένον ἴσως τοῖς γράμμασιν.

177

Τὸ δὲ ὀγκηρὸν ἐν τρισί, πλάτει, μήκει, πλάσματι, οἷον βροντὰ ἀντὶ τοῦ βροντή· καὶ γὰρ τραχύτητα ἐκ τῆς προτέρας συλλαβῆς ἔχει, καὶ ἐκ τῆς δευτέρας μῆκος μὲν διὰ τὴν μακράν, πλατύτητα δὲ διὰ τὸν Δωρισμόν· πλατέα λαλοῦσι γὰρ πάντα οἱ Δωριεῖς,
5διόπερ οὐδὲ ἐκωμῴδουν δωρίζοντες, ἀλλὰ πικρῶς ἠττίκιζον· ἡ γὰρ Ἀττικὴ γλῶσσα συνεστραμμένον τι ἔχει καὶ δημοτικὸν καὶ ταῖς τοι‐

178

αύταις εὐτραπελίαις πρέπον. Ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως. τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα.

179

Γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν· ἔστι μὲν οὖν οὐ ῥᾴδιον περὶ τοῦ τρόπου τοῦ τοιοῦδε εἰπεῖν· οὐδὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατὸν δὲ ὅμως πειρατέον λέγειν.

180

Τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἁρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ἢ ὅλων ἢ ἡμίσεων· οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ’, εἰ διαχωρίζοι τις καθ’ ἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφ’ ἡμῶν αὐτῶν φωρᾶσθαι39
5μέτρα ὄντα.

181

Κἂν μετροειδῆ δὲ ᾖ, τὴν αὐτὴν ποιήσει χάριν. λανθανόντως δέ τοι παραδύεται ἡ ἐκ τῆς τοιαύτης ἡδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδός ἐστι παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ
5Δημοσθένει πολλαχοῦ, Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος.

182

Παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς ὁ Δι‐ καίαρχος· ἐν Ἐλέᾳ, φησί, τῆς Ἰταλίας πρεσβύτῃ δὴ τὴν ἡλι‐ κίαν ὄντι. τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδές τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμοῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ
5μετρικόν, ἡδονὴ δ’ οὐκ ὀλίγη ἔπεστι.

183

Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρός ἐστιν ἐκτεταμένῳ πως καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μῆκος· τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μῆκος μεγαλοπρεπές. ἀλλ’ οἷον ὀλίσθῳ τινὶ ἔοικεν τὰ κῶλα καὶ οὔτ’ ἐμμέτροις παντάπασιν οὔτ’ ἀμέτροις,
5οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰμ φῇ· νῦν δὴ ’λέγομεν.

184

Καὶ πάλιν· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον. καὶ πάλιν· τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν· οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς. εἰ δ’ ἀναστρέψας εἴποις ‘ἐμά‐
5λαξεν ὥσπερ σίδηρον‘ ἢ ‘διατελεῖ ὅλον τὸν βίον‘, ἐξέχεας τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ 〈τῷ〉 ῥυθμῷ οὖσαν· οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδ’ ἐν ταῖς λέξεσιν.

185

Καὶ περὶ τῶν μουσικῶν δὲ ὀργάνων πάλιν χαριέντως ἥρμοσεν, ἐν οἷς δή φησιν· λύρα δή σοι λείπεται κατὰ πόλιν· εἰ γὰρ ἀναστρέψας εἴποις κατὰ πόλιν λείπεται, μεθαρμοσαμένῳ ποιήσεις
ὅμοιον. τοῦτο δὲ ἐπιφέρει· καὶ αὖ κατ’ ἀγροὺς τοῖς ποιμέσιν40
5σύριγξ ἄν τις εἴη· τῇ γὰρ ἐκτάσει καὶ τῷ μήκει πάνυ χαριέντως μεμίμηται τρόπον τινὰ ἦχον σύριγγος. ἔσται δὲ δῆλον, εἴ τις μετα‐ συνθεὶς λέγοι καὶ τοῦτο.

186

Περὶ μὲν δὴ τοῦ κατὰ σύνθεσιν γλαφυροῦ ἐπιφαινομένου το‐ σαῦτα, ὡς ἐν δυσκόλοις. εἴρηται δὲ καὶ περὶ τοῦ χαρακτῆρος τοῦ γλαφυροῦ, ἐν ὅσοις καὶ ὅπως γίνεται. καθάπερ δὲ τῷ μεγαλοπρε‐ πεῖ παρέκειτο ὁ ψυχρὸς χαρακτήρ, οὕτως τῷ γλαφυρῷ παράκειταί
5τις διημαρτημένος. ὀνομάζω δὲ αὐτὸν τῷ κοινῷ ὀνόματι κακό‐ ζηλον. γίνεται δ’ αὖ καὶ οὗτος ἐν τρισίν, ὥσπερ καὶ οἱ λοιποὶ πάντες.

187

Ἐν διανοίᾳ μέν, ὡς ὁ εἰπὼν Κένταυρος ἑαυτὸν ἱππεύων, καὶ ἐπὶ τοῦ βουλευομένου Ἀλεξάνδρου δρόμον ἀγωνίσασθαι Ὀλυμ‐ πίασιν ἔφη τις οὕτως· Ἀλέξανδρε, δράμε σου τῆς μητρὸς τὸ ὄνομα.

188

Ἐν δὲ ὀνόμασιν γίγνοιτ’ ἂν οὕτως, οἷον ἐγέλα που ῥόδον ἡδύχροον· ἥ τε γὰρ μεταφορὰ ἡ ἐγέλα πάνυ μετάκειται ἀπρε‐ πῶς, καὶ τὸ σύνθετον τὸ ἡδύχροον οὐδ’ ἐν ποιήματι θείη ἄν τις ἀκριβῶς σωφρονῶν. ἢ ὥς τις εἶπεν, ὅτι· λεπταῖς ὑπεσύριζε
5πίτυς αὔραις· περὶ μὲν δὴ τὴν λέξιν οὕτως.

189

Σύνθεσις δὲ †ἀναπαιστικὴ καὶ μάλιστα ἐοικυῖα τοῖς κεκλασμένοις καὶ ἀσέμνοις μέτροις, οἷα μάλιστα τὰ Σωτάδεια διὰ τὸ μαλακώ‐ τερον· σκήλας καύματι κάλυψον, καὶ σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον
5ἀντὶ τοῦ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον· ὁποῖα γὰρ μεταμεμορφωμένῳ ἔοικεν ὁ στίχος, ὥσπερ οἱ μυθευό‐ μενοι ἐξ ἀρρένων μεταβαλεῖν εἰς θηλείας. τοσάδε μὲν καὶ περὶ κακοζηλίας.

190

Ἐπὶ θὲ τοῦ ἰσχνοῦ χαρακτῆρος ἔχοιμεν ἂν καὶ πράγματα ἴσως
τινὰ μικρὰ καὶ τῷ χαρακτῆρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ· οἰ‐ κίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω. τὴν δὲ λέξιν εἶναι πᾶσαν χρὴ κυρίαν καὶ συνήθη· μικρότερον γὰρ τὸ41
5συνηθέστερον πάντων, τὸ δὲ ἀσύνηθες καὶ μετενηνεγμένον μεγαλο‐ πρεπές.

191

Καὶ μηδὲ διπλᾶ ὀνόματα τιθέναι· τοῦ γὰρ ἐναντίου χαρακτῆ‐ ρος καὶ ταῦτα, μηδὲ μὴν πεποιημένα, μηδ’ ὅσα ἄλλα μεγαλοπρέ‐ πειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρὴ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν.

192

Πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἡ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον ἡ λύσις.

193

Ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον ἡ διαλελυμένη λέξις, ἡ δ’ αὐτὴ καὶ ὑποκριτικὴ καλεῖται, κινεῖ γὰρ ὑπόκρισιν ἡ λύσις. γραφικὴ δὲ λέξις ἡ εὐανάγνωστος. αὕτη δ’ ἐστὶν ἡ συνηρτημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑπο‐
5κρίνονται λελυμένον ἐν τοῖς πλείστοις, φιλήμονα δὲ ἀναγινώσκουσιν.

194

Ὅτι δὲ ὑποκριτικὸν ἡ λύσις, παράδειγμα ἓν κείσθω τόδε· ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε. οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν· εἰ δὲ συνδήσας εἴποις, ἐδεξάμην καὶ ἔτικτον καὶ ἐκ‐
5τρέφω, πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις ἐμβαλεῖς. πάνυ δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον.

195

Ἔστι δὲ καὶ ἄλλα θεωρήματα ὑποκριτικά, οἷον καὶ ὁ παρὰ τῷ Εὐριπίδει Ἴων ὁ τόξα ἁρπάζων καὶ τῷ κύκνῳ ἀπειλῶν τῷ ὄρνιθι, ἀποπατοῦντι κατὰ τῶν ἀγαλμάτων· καὶ γὰρ κινήσεις πολ‐ λὰς παρέχει τῷ ὑποκριτῇ ὁ ἐπὶ τὰ τόξα δρόμος καὶ ἡ πρὸς τὸν
5ἀέρα ἀνάβλεψις τοῦ προσώπου διαλεγομένου τῷ κύκνῳ, καὶ ἡ λοιπὴ πᾶσα διαμόρφωσις πρὸς τὸν ὑποκριτὴν πεποιημένη. ἀλλ’ οὐ περὶ
ὑποκρίσεως ἡμῖν τὰ νῦν ὁ λόγος.42

196

Φευγέτω δὲ ἡ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ὅσα μὲν ἔπραξεν Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέ‐
5ψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω. σχεδὸν γὰρ ὁ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προ‐ θέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.

197

Σαφηνείας δὲ ἕνεκεν καὶ διλογητέον πολλάκις· ἥδιον γάρ πως τὸ συντομώτερον ἢ σαφέστερον· ὡς γὰρ οἱ παρατρέχοντες παρο‐ ρῶνται ἐνίοτε, οὕτως καὶ ἡ λέξις παρακούεται διὰ τὸ τάχος.

198

Φεύγειν δὲ καὶ τὰς πλαγιότητας· καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ ἡ Φιλίστου λέξις, συντομώτερον δέ. παράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’ Ἰωνίας εἰς Κιλικίαν
5Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. τοῦτο γὰρ 〈ἂν〉 ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο· τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυ‐ πηγηθεῖσαι ἐπ’ αὐτῷ τούτῳ. ἔπλεον δ’ ἀπ’ Ἰωνίας· ναύαρχος δ’ αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος. μακρότερον μὲν οὕτως ἐγένετο
10ἴσως, σαφέστερον δέ.

199

Καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι εἰς τὸν Ἰόνιον κόλπον· πρῶτον μὲν γὰρ ὠνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ ὃ τοῦτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς.

200

Γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἔμπαλιν, ὡς τὸ Ἔστι πόλις Ἐφύρη. οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὐδὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, †καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως.

201

Ἐν δὲ τοῖς διηγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς ἀρκτέον· Ἐπί‐ δαμνός ἐστι πόλις, ἢ ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ λέγεται Ἐπί‐ δαμνον τὴν πόλιν. αἱ δὲ ἄλλαι πτώσεις ἀσάφειάν τινα παρ‐ έξουσι καὶ βάσανον τῷ τε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι.43

202

Πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς· ὁ γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στρά‐ τον πόλιν ἐπὶ θάλασσαν διέξεισιν· ἀλλ’ αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως· ὁ γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου
5ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν· πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας· ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, ἡ δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ ᾖ,

203

ἄδηλος δοκεῖ. Περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν· καὶ μάλιστα ἐν τοῖς ἰσχνοῖς αὐτῇ λόγοις χρηστέον.

204

Φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων· μεγαλοπρεπὲς γὰρ πᾶν μῆκος, ὥσπερ καὶ ἐπὶ τῶν [ἡρωϊκῶν] μέτρων τὸ ἑξάμετρον ἡρωϊκὸν [ὂν] καλεῖται ὑπὸ μεγέθους καὶ πρέπον ἥρωσιν, ἡ κωμῳδία δὲ συνέσταλται εἰς
5τὸ τρίμετρον ἡ νέα.

205

Τὰ πολλὰ οὖν κώλοις †τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμ‐ μασιν, ὥσπερ ὁ μὲν Πλάτων φησί· κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος· πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχί‐ νης δὲ ἐκαθήμεθα μέν, φησίν, ἐπὶ τῶν θάκων ἐν Λυκείῳ,
5οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν.

206

Ἐχέτω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα· αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους καὶ τὰ ἑξῆς.

207

Φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων (ὀγκηρὸν γὰρ πᾶσα ἔκ‐ τασις), καὶ ἤτοι βραχέα συγκρουστέον βραχέσιν, ὡς πάντα μὲν τὰ νέα καλά ἐστιν, ἢ βραχέα μακροῖς, ὡς ἠέλιος· ἢ ἁμῶς γέ
5πως διὰ βραχέων. καὶ ὅλως ἐμφαίνεσθαι 〈ἔοικεν〉 εὐκαταφρόνητος ὁ τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, καὶ †αὐτὰ ταῦτα πε‐ ποιημένος.44

208

Φευγέτω δὴ καὶ τὰ σημειώδη σχήματα· πᾶν γὰρ τὸ παράση‐ μον ἀσύνηθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα ὁ χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐναργείας οὖν καὶ περὶ πιθανότητος λεκτέον.

209

Πρῶτον δὲ περὶ ἐναργείας· γίνεται δ’ ἡ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδ’ ἐκτέμνειν, οἷον ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς καὶ πᾶσα αὕτη ἡ παραβολή· τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἰρῆσθαι τὰ συμβαίνοντα, καὶ μὴ παρα‐
5λελεῖφθαι μηδέν. Καὶ ἡ ἱπποδρομία δὲ ἡ ἐπὶ Πατρόκλῳ, ἐν οἷς

210

λέγει· πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον. καὶ αἰεὶ γὰρ δίφρων ἐπιβησομένοισιν ἐΐκτην.
5πάντα ταῦτα ἐναργῆ ἐστιν ἐκ τοῦ μηδὲν παραλελεῖφθαι τῶν τε συμβαινόντων καὶ συμβάντων.

211

Ὥστε πολλάκις καὶ ἡ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον, ἢ τὸ ἅπαξ λέγειν, ὥσπερ τὸ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν ἀποθανόντα γράφεις κακῶς. δὶς γὰρ κείμενον τὸ κακῶς ἐναργεστέραν σημαίνει τὴν βλασφημίαν.

212

Ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός· τίθεται γὰρ ταὐτὸ δὶς αὐτῷ πολλάκις ποιοῦν ἔμφασιν πλείονα.

213

Οἷα τὰ τοιάδε· Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου· μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες· θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν μεθῆκεν ἀποσώζεσθαι.
5μετὰ δὲ τοῦτο σπονδῶν γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπετύγχανεν· ἐδέδοκτο μὲν αὐτῷ ἀποκαρτερεῖν· γράφει δὲ πρότερον ἐπιστολὴν τῇ γυναικὶ μεμφόμενος τοιάνδε· Ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ μὲν δι’ ἐμὲ ἐσώθης· ἐγὼ δὲ διὰ σὲ ἀπωλόμην.45

214

Ἐνταῦθα ἐπιτιμήσειεν ἂν ἴσως τις βραχυλόγος οἰόμενος εἶναι, ὅτι δὶς ἐτέθη πρὸς οὐδὲν τὸ ἔσωσα καὶ δι’ ἐμὲ ἐσώθης. ταὐτὸν γὰρ σημαίνει ἀμφότερα. ἀλλ’ εἰ ἀφέλοις θάτερον, συναφαιρήσεις καὶ τὴν ἐνάργειαν καὶ τὸ ἐκ τῆς ἐναργείας πάθος. καὶ τὸ ἐπι‐
5φερόμενον δέ, τὸ ἀπωλόμην ἀντὶ τοῦ ἀπόλλυμαι ἐναργέστερον αὐτῇ τῇ συντελείᾳ ἐστί· τὸ γὰρ δὴ γεγονὸς δηλότερον τοῦ μέλ‐

215

λοντος ἢ γινομένου ἔτι. Καὶ ὅλως δὲ ὁ ποιητὴς οὗτος (ποιητὴν γὰρ 〈ἂν〉 αὐτὸν καλοίη τις εἰκότως) ἐναργείας δημιουργός ἐστιν ἐν τῇ γραφῇ συμπάσῃ.

216

Οἷον καὶ ἐν τοῖς τοιοῖσδε· δεῖ τὰ γενόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμῶντα τὸν ἀκροατὴν καὶ ἀναγ‐ κάζοντα συναγωνιᾶν. τοῦτο ὁ Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ὁ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι
5ἀπέθανεν Κῦρος παρὰ τὴν Παρυσάτιν· τοῦτο γὰρ ἡ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσίς ἐστιν· ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, ἡ δὲ ἥσθη καὶ ἠγωνίασεν· μετὰ δὲ τοῦτο ἐρωτᾷ, βασιλεὺς δὲ πῶς πράτ‐ τει; ὁ δὲ πέφευγέ φησι· καὶ ἣ ὑπολαβοῦσα· Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος· καὶ πάλιν ἐπανερωτᾷ· Κῦρος δὲ ποῦ νῦν; ὁ δὲ
10ἄγγελος ἀμείβεται· ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἄνδρας αὐλίζεσθαι. κᾆτα μικρὸν καὶ κατὰ βραχὺ προϊὼν μόλις τὸ δὴ λεγόμενον ἀπέρ‐ ρηξεν αὐτό, μάλα ἠθικῶς καὶ ἐναργῶς τόν τε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα.

217

Γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροίκου βαδίζοντος ἔφη τις, ὅτι πρό‐ σωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν ὁ κτύπος προσιόντος,
ὡς οὐδὲ βαδίζοντος, ἀλλ’ οἷόν γε λακτίζοντος τὴν γῆν.46

218

Ὅπερ δὲ ὁ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους· ἐρυθριάσας [ἤδη τῇ νυκτὶ] ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ κατα‐ φανῆ αὐτὸν γενέσθαι, ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον· ἡ δὲ ἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ
5τοῦ ἀπομνημονεῦσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν ὁ Ἱππο‐ κράτης.

219

Κακοφωνία δὲ πολλάκις, ὡς τὸ κόπτ’, ἐκ δ’ ἐγκέφαλος, καὶ πολλὰ δ’ ἄναντα, κάταντα· μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν· πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει.

220

Καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξενηνέχθαι, ὥσπερ τὸ λάπτοντες. εἰ δὲ πίνοντες εἶπεν, οὔτ’ ἐμιμεῖτο πίνοντας τοὺς κύνας, οὔτε ἐνάργεια ἄν τις ἐγίνετο. καὶ τὸ γλώσσηισι δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον
5ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν το‐ σαῦτα.

221

Τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἔν τε τῷ σαφεῖ καὶ συνήθει· τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνηθες ἀπίθανον· λέξιν τε οὖν οὐ τὴν περιττὴν οὐδὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές.

222

Ἐν τούτοις τε οὖν τὸ πιθανόν, καὶ ἐν ᾧ Θεόφραστός φησιν, ὅτι οὐ πάντα ἐπ’ ἀκριβείας δεῖ μακρηγορεῖν, ἀλλ’ ἔνια καταλιπεῖν καὶ τῷ ἀκροατῇ συνιέναι καὶ λογίζεσθαι ἐξ αὑτοῦ· συνεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ μάρτυς σου γί‐
5νεται, καὶ ἅμα εὐμενέστερος. συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ τὸν ἀφορμὴν παρεσχηκότα αὐτῷ τοῦ συνιέναι, τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικεν τοῦ ἀκροατοῦ.

223

Ἐπεὶ δὲ καὶ ὁ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀνα‐ γράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον
5μέρος τοῦ διαλόγου.47

224

Καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευά‐ σθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν· ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, ἡ δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά.

225

Τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ ὁ Ἀριστο‐ τέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· εἰ δὲ πρὸς ἁπάσας οἴχεται γᾶς φυγὰς οὗτος, ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βου‐
5λομένοις οὐδεὶς φθόνος· ὁ γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυ‐ μένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι.

226

Καὶ λύσεις †ἰσχναὶ ὁποῖαι οὐ πρέπουσιν ἐπιστολαῖς· ἀσαφὲς γὰρ ἐν γραφῇ ἡ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου· ἦ πολὺς ὑμᾶς ὄχλος περιει‐
5στήκει· καὶ μικρὸν προελθὼν ἐπιφέρει· ἀλλά μοι ξένος τις φαί‐ νεται εἶναι, ᾧ διελέγου· τίς ἦν; ἡ γὰρ τοιαύτη πᾶσα ἑρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέπει μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.

227

Πλεῖστον δὲ ἐχέτω τὸ ἠθικὸν ἡ ἐπιστολή, ὥσπερ καὶ ὁ διά‐ λογος· σχεδὸν γὰρ εἰκόνα ἕκαστος τῆς ἑαυτοῦ ψυχῆς γράφει τὴν ἐπιστολήν. καὶ ἔστι μὲν καὶ ἐξ ἄλλου λόγου παντὸς ἰδεῖν τὸ ἦθος τοῦ γράφοντος, ἐξ οὐδενὸς δὲ οὕτως, ὡς ἐπιστολῆς.

228

Τὸ δὲ μέγεθος συνεστάλθω τῆς ἐπιστολῆς, ὥσπερ καὶ ἡ λέξις. αἱ δὲ ἄγαν μακραὶ καὶ προσέτι κατὰ τὴν ἑρμηνείαν ὀγκωδέστεραι οὐ μὰ τὴν ἀλήθειαν ἐπιστολαὶ γένοιντο ἄν, ἀλλὰ συγγράμματα τὸ χαίρειν ἔχοντα προσγεγραμμένον, καθάπερ τῶν Πλάτωνος πολλαὶ
5καὶ ἡ Θουκυδίδου.

229

Τάξει μέντοι λελύσθω μᾶλλον· γελοῖον γὰρ περιοδεύειν, ὥσπερ οὐκ ἐπιστολήν, ἀλλὰ δίκην γράφοντα· καὶ οὐδὲ γελοῖον μόνον, ἀλλ’ οὐδὲ φιλικόν (τὸ γὰρ δὴ κατὰ τὴν παροιμίαν τὰ σῦκα σῦκα λεγόμενον) ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν.

230

Εἰδέναι δὲ χρή, ὅτι οὐχ ἑρμηνεία μόνον, ἀλλὰ καὶ πράγματά τινα ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν, ὃς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ [αὐτοῦ] ἐπιστολικοῦ, τοῦτο δὲ οὐ γράφω σοι· φησίν· οὐ γὰρ ἦν ἐπιστολικόν.48

231

Εἰ γάρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφοι καὶ φυσιολογίας, γράφει μέν, οὐ μὴν ἐπιστολὴν γράφει. φιλοφρόνησις γάρ τις βού‐ λεται εἶναι ἡ ἐπιστολὴ σύντομος, καὶ περὶ ἁπλοῦ πράγματος ἔκ‐ θεσις καὶ ἐν ὀνόμασιν ἁπλοῖς.

232

Κάλλος μέντοι αὐτῆς αἵ τε φιλικαὶ φιλοφρονήσεις καὶ πυκναὶ παροιμίαι ἐνοῦσαι· καὶ τοῦτο γὰρ μόνον ἐνέστω αὐτῇ σοφόν, διότι δημοτικόν τί ἐστιν ἡ παροιμία καὶ κοινόν, ὁ δὲ γνωμολογῶν καὶ προτρεπόμενος οὐ δι’ ἐπιστολῆς ἔτι λαλοῦντι ἔοικεν, ἀλλὰ μηχανῆς.

233

Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσί που χρῆται ἐπιστολικῶς, οἷον διδάξαι βουλόμενος, ὅτι ὁμοίως χρὴ εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς, φησίν· οἱ γὰρ θεοὶ ἐν ἀμφοτέραις ἴσοι, ὥστ’ ἐπεὶ αἱ χάριτες θεαί, ἴσαι ἀποκείσονταί σοι παρ’ ἀμ‐
5φοτέραις. καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτῷ ἐπιστολικὸν καὶ ἡ ἀπόδειξις αὐτή.

234

Ἐπεὶ δὲ καὶ πόλεσίν ποτε καὶ βασιλεῦσιν γράφομεν, ἔστωσαν τοιαῦται αἱ ἐπιστολαὶ 〈οἷαι〉 μικρὸν ἐξηρμέναι πως. στοχαστέον γὰρ καὶ τοῦ προσώπου ᾧ γράφεται· ἐξηρμένη μέντοι [καὶ] οὐχ ὥστε σύγγραμμα εἶναι ἀντ’ ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς
5Ἀλέξανδρον καὶ πρὸς τοὺς Δίωνος οἰκείους ἡ Πλάτωνος.

235

Καθόλου δὲ μεμίχθω ἡ ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήροιν τούτοιν, τοῦ τε χαρίεντος καὶ τοῦ ἰσχνοῦ. καὶ περὶ ἐπιστολῆς μὲν τοσαῦτα, καὶ ἅμα περὶ τοῦ χαρακτῆρος τοῦ ἰσχνοῦ.

236

Παράκειται δὲ καὶ τῷ ἰσχνῷ διημαρτημένος χαρακτήρ, ὁ ξηρὸς καλούμενος. γίνεται δὲ καὶ οὗτος ἐν τρισίν· ἐν διανοίᾳ μέν, ὥς πέρ τις ἐπὶ Ξέρξου ἔφη, ὅτι κατέβαινεν ὁ Ξέρξης μετὰ πάντων τῶν ἑαυτοῦ. μάλα γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ μετὰ
5τῆς Ἀσίας ἁπάσης εἰπεῖν μετὰ πάντων 〈τῶν〉 ἑαυτοῦ φήσας.

237

Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμι‐ κροῖς ὀνόμασιν ἀπαγγελῇ, οἷον ὡς ὁ Γαδειρεὺς ἐπὶ τῆς ἐν Σαλα‐ μῖνι ναυμαχίας φησί ... καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις· ἄττα γὰρ ὁ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις. ναυ‐49
5μαχίαν γὰρ τοσαύτην καὶ τυράννου ὠμότητα οὐχὶ τῷ ἄττα ὀνό‐ ματι οὐδὲ τῷ ἠνώχλει ἐχρῆν λέγειν, ἀλλ’ ἐν μεγάλοις καὶ πρέ‐ πουσιν τῷ ὑποκειμένῳ πράγματι.

238

Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ ᾖ τὰ κόμ‐ ματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει ὁ βίος βραχύς, ἡ δὲ τέχνη μακρά, ὁ δὲ καιρὸς ὀξύς, ἡ δὲ πεῖρα σφαλερά. ἢ ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον ᾖ τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥς
5πέρ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλα‐ μῖνι ναυμαχίαν, ἀλλ’ αὐτόκλητος, ἔφη, †ὅτι ἡ μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ. ἡ γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέ‐ ροις χρηστέον.

239

Πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, ἡ σύνθεσις δ’ ἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἀηδίαν, ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι οὐ μίγνυται †αὐτῆς ἄν· τὸ μὲν
5γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, ἡ σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἀηδίαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν.

240

Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὐτὴ γένοιτ’ ἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτῆρες· καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν,
5καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορ‐ νεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾄδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα
δεινὰ ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.50

241

Κατὰ δὲ τὴν σύνθεσιν ὁ χαρακτὴρ οὗτος γίνοιτ’ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων· τὸ γὰρ μῆκος ἐκλύει τὴν σφο‐ δρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον· παρά‐ δειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον· Διονύσιος ἐν Κορίνθῳ·
5εἰ δὲ ἐξέτειναν αὐτό, Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα, διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας.

242

Κἀν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες· δεινό‐ τερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκε‐ τεύειν πρέπει καὶ αἰτεῖν.

243

Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητας, ὅτι ἐμφερῆ ταῖς βραχυ‐ λογίαις· καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων· οὕτως καὶ τὸ χαμόθεν οἱ τέτ‐ τιγες ὑμῖν ᾄσονται δεινότερον ἀλληγορικῶς ῥηθέν, ἢ εἴπερ ἁπλῶς
5ἐρρήθη: τὰ δένδρα ὑμῶν ἐκκοπήσεται.

244

Τάς γε μὴν περιόδους ἐσφίγχθαι μάλα δεῖ κατὰ τὸ τέλος· ἡ γὰρ περιαγωγὴ δεινόν, ἡ δὲ λύσις ἁπλούστερον καὶ χρηστοηθείας σημεῖον, καθάπερ ἡ ἀρχαία πᾶσα ἑρμηνεία· ἁπλοϊκοὶ γὰρ ἁρχαῖοι.

245

Ὥστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις· ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν, ἔχονται μάλιστα οὗ εἴ‐
5ρηκα ῥυθμοῦ.

246

Ποιεῖ δέ τινα καὶ ἡ βία κατὰ τὴν σύνθεσιν δεινότητα· δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παρά‐ δειγμα τὸ Δημοσθενικὸν τὸ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.

247

Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ἀνδροφόνοι
5δὲ τὴν φύσιν ὄντες, λέγων, ἀνδρόπορνοι τὸν τρόπον ἦσαν· τῇ γὰρ περισσοτεχνίᾳ, μᾶλλον δὲ κακοτεχνίᾳ προσέχων ὁ ἀκροατὴς
ἔξω γίνεται θυμοῦ παντός.51

248

Πολλὰ μέντοι ὑπ’ αὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθη‐ σόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον· ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· αὐτὸ
5γὰρ τὸ πρᾶγμα καὶ ἡ τάξις αὐτοῦ συμπεφυκυῖαν σαφῶς ἔσχεν τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἄν τις ῥᾳδίως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς κατα‐ βάσεις τρέχοντες, ὑπ’ αὐτῶν ἑλκόμενοι τῶν πραγμάτων.

249

Ποιητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει τιθέναι τὸ δεινότατον (περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται), καθάπερ τὸ Ἀντισθένους· σχεδὸν γὰρ ὀδυνήσειεν ἂν ἄνθρωπος ἐκ φρυ‐ γάνων ἀναστάς· εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, σχεδὸν γὰρ
5ἐκ φρυγάνων ἀναστὰς ἄνθρωπος 〈ἂν〉 ὀδυνήσειε, καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν.

250

Ἡ δ’ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφην, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων· ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώ‐ μην· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον· κακοτεχνοῦντι γὰρ ἔοικεν
5διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτοῦντι.

251

Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων ἡ πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτῆρσιν οὐκ ἐπιτηδεία οὖσα· †συνεχεῖ γὰρ τι‐ θεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλίαμβοι.

252

Ἅμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεί τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα.

253

Οὕτως δ’ ἡ συντομία τῷ χαρακτῆρι χρήσιμον, ὥστε καὶ ἀπο‐ σιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ ὁ Δημοσθένης· ἀλλ’ ἐγὼ
μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. σχεδὸν ὁ σιωπήσας ἐνταῦθα δεινότερος52

254

παντὸς τοῦ εἰπόντος ἄν· καὶ νὴ τοὺς θεοὺς σχεδὸν ἂν καὶ ἡ ἀσάφεια πολλαχοῦ δεινότης εἴη· δεινότερον γὰρ τὸ ὑπονοούμενον,

255

τὸ δ’ ἐξαπλωθὲν καταφρονεῖται. ἔστι δ’ ὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέηται αὐτῆς, ὥσπερ τὸ Ὁμηρικὸν τὸ Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν·
5ἦν μὲν γὰρ καὶ εὐφωνοτέρως εἰπόντα σῶσαι τὸ μέτρον, Τρῶες δ’ ἐρρίγησαν, ὅπως ὄφιν αἰόλον εἶδον· ἀλλ’ οὔτ’ ἂν ὁ λέγων δεινὸς οὕτως ἔδοξεν, οὔτε 〈ὁ〉 ὄφις αὐτός.

256

τούτῳ οὖν ἑπόμενοι τῷ παραδείγματι καὶ τὰ ἄλλα †προστοχασόμεθα τὰ ὅμοια, οἷον ἀντὶ μὲν τοῦ πάντ’ ἂν 〈ἔγραψεν πάντα〉 ἔγρα‐

257

ψεν ἄν, ἀντὶ δὲ τοῦ οὐ παρεγένετο παρεγένετο οὐχί, ἀπολή‐ γοντες δέ ποτε καὶ εἰς συνδέσμους τὸν δὲ ἢ τὸν τέ. καίτοι παραγ‐ γέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην· ἀλλὰ πολλαχοῦ χρή‐ σιμος τοιαύτη ἂν γένοιτο, οἷον· οὐκ εὐφήμησε μέν, ἄξιον ὄντα,
5ἠτίμασεν δέ· καὶ τὸ Σχοῖνόν τε Σκῶλόν τε. ἀλλ’ ἐν μὲν τοῖς Ὁμηρικοῖς μέγεθος ἐποίησεν ἡ εἰς τοὺς συνδέσμους τελευτή.

258

Ποιήσειε δ’ ἄν ποτε καὶ δεινότητα, εἴ τις ὧδε εἴποι· ἀνέτρεψεν δὲ ὑπὸ τῆς ἀφροσύνης τε ὑπὸ τῆς ἀσεβείας τε τὰ ἱερά τε τὰ ὅσιά τε· ὅλως γὰρ ἡ λειότης καὶ τὸ εὐήκοον γλαφυρότητος ἴδια, οὐ δεινότητός ἐστιν, οὗτοι δ’ οἱ χαρακτῆρες ἐναντιώτατοι δο‐
5κοῦσιν.

259

Καίτοι ἐστὶ πολλαχοῦ ἐκ παιδιᾶς παραμεμιγμένης δεινότης ἐμ‐ φαινομένη τις, οἷον ἐν ταῖς κωμῳδίαις, καὶ πᾶς ὁ Κυνικὸς τρόπος, ὡς τὰ Κράτητος πήρη τις γαῖ’ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.

260

Καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος
ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀν‐ θρώπους καλοκἀγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον.53

261

Καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ· προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβη‐ θέντος καὶ ἀποπηδήσαντος, θάρρει, 〈ἔφη〉, ὦ παιδίον, οὐκ εἰμὶ ταύτῃ ὅμοιος. γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ
5δ’ ἡ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ Κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι.

262

Χρήσονται δ’ αὐτῷ καὶ οἱ ῥήτορές ποτε, καὶ ἐχρήσαντο, Λυσίας μὲν πρὸς τὸν ἐρῶντα τῆς γραὸς λέγων, ὅτι ἧς ῥᾷον ἦν ἀριθμῆ‐ σαι τοὺς ὀδόντας ἢ τοὺς δακτύλους· καὶ γὰρ δεινότατα ἅμα καὶ γελοιότατα ἐνέφηνεν τὴν γραῦν· Ὅμηρος δὲ τὸ Οὖτιν ἐγὼ
5πύματον ἔδομαι, ὡς προγέγραπται.

263

Ὡς δ’ ἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζο‐ μένης οὕτως· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλω‐ νίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θρᾴκης ἐῶ· ἐν
5γὰρ τούτοις καὶ εἴρηκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτά φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα.

264

Καὶ 〈ἡ〉 προειρημένη δ’ ἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἐχομένη δεινότερον ποιήσει τὸν λόγον.

265

Παραλαμβάνοιτο δ’ ἂν σχῆμα διανοίας πρὸς δεινότητα 〈ἡ〉 προ‐ σωποποιΐα καλουμένη, οἷον· δόξατε ὑμῖν τοὺς προγόνους ὀνει‐ δίζειν καὶ λέγειν τάδε τινὰ ἢ τὴν Ἑλλάδα ἢ τὴν πατρίδα, λαβοῦ‐ σαν γυναικὸς σχῆμα.

266

Ὥσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τό· ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν .... καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου
λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων· πολὺ γὰρ ἐνεργέστερα καὶ δεινό‐ τερα φαίνεται ὑπὸ τῶν προσώπων, μᾶλλον δὲ δράματα ἀτεχνῶς54
5γίνεται.

267

Τὰ μὲν εἴδη τῆς διανοίας καὶ σχήματα λαμβάνοιτ’ ἄν, ὡς εἴ‐ ρηται· καὶ γὰρ τοσαῦτα τὰ εἰρημένα παραδείγματος ἕνεκα. τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον, ἔκ τε τῆς ἀναδιπλώσεως, ὡς Θῆβαι δέ, Θῆβαι, πόλις
5ἀστυγείτων, ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται (διλογηθὲν

268

γὰρ τὸ ὄνομα δεινότητα ποιεῖ)· καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ἐπὶ σαυτὸν καλεῖς, 〈ἐπὶ τοὺς νόμους καλεῖς,〉 ἐπὶ τὴν δημοκρατίαν καλεῖς. τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν. καὶ γὰρ ἐπαναφορὰ [ἴσως εἴρηται] διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπανα‐
5φέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον (δίχα γὰρ συνδέσμων λέλεκται), καὶ ὁμοιοτέλευτον †διὰ τὴν ἀπόληξιν τοῦ καλεῖσθαι πολλάκις. καὶ δεινότης ἤθροισται ἐκ τῶν τριῶν, εἰ δ’ εἴποι τις οὕτως· ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα.

269

Μάλιστα δὲ πάντων ἰστέον τὴν διάλυσιν δεινότητος ἐργάτιν, οἷον πορεύεται διὰ τῆς ἀγορᾶς τὰς γνάθους φυσῶν, τὰς ὀφρῦς ἐπηρκώς, ἴσα βαίνων Πυθοκλεῖ· εἰ γὰρ συναφθείη ταῦτα συνδέσμοις, πρᾳότερα ἔσται.

270

Λαμβάνοιτ’ ἂν καὶ ἡ κλῖμαξ καλουμένη, ὥς περ Δημοσθένει τὸ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδ’ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ’ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους· σχεδὸν γὰρ ἐπαναβαίνοντι ὁ λόγος ἔοικεν ἐπὶ μειζόνων
5μείζονα· εἰ δὲ οὕτως εἴποι τις ταῦτα, εἰπὼν ἐγὼ καὶ γράψας ἐπρέσβευσά τε καὶ ἔπεισα Θηβαίους, διήγημα ἐρεῖ μόνον, δεινὸν δὲ οὐδέν.

271

Καθόλου δὲ τῆς λέξεως τὰ σχήματα καὶ ὑπόκρισιν καὶ ἀγῶνα παρέχει τῷ λέγοντι, μάλιστα τὸ διαλελυμένον [τοῦτ’ ἔστι δεινότητα]. καὶ περὶ μὲν τῶν σχημάτων ἀμφοτέρων τοσαῦτα.55

272

Λέξις δὲ λαμβανέσθω πᾶσα, ὅση καὶ ἐν τῷ μεγαλοπρεπεῖ χαρακτῆρι, πλὴν οὐκ ἐπὶ τὸ αὐτὸ τέλος· καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν, ὡς τὸ τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ’ ὑμῶν.

273

Καὶ ἔτι εἰκασίας λέγοντα, ὡς τὸ Δημοσθένους· τοῦτο τὸ ψήφισμα τὸν τότ’ ἐπιόντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος.

274

Αἱ παραβολαὶ δὲ τῇ δεινότητι οὐκ ἐπιτήδειαι διὰ τὸ μῆκος, οἷον τὸ ὥσπερ δὲ κύων γενναῖος, ἄπειρος, ἀπρονοήτως ἐπὶ κάπρον φέρεται· κάλλος γὰρ καὶ ἀκρίβειά τις ἐν τούτοις ἐμφαίνεται, ἡ δὲ δεινότης σφοδρόν τι βούλεται καὶ σύντομον, καὶ
5ἐγγύθεν πλήττουσιν ἔοικεν.

275

Γίνεται δὲ καὶ ἐκ συνθέτου ὀνόματος δεινότης, ὥσπερ καὶ ἡ συνήθεια συντίθησιν δεινῶς πολλά, τὴν χαμαιτύπην καὶ τὸν παρα‐ πλῆγα καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ παρὰ τοῖς ῥήτορσι δὲ πολλὰ ἄν τις εὕροι τοιαῦτα.

276

Πειρᾶσθαι δὲ τὰ ὀνόματα πρεπόντως λέγειν τοῖς πράγμασιν, οἷον ἐπὶ μὲν τοῦ βίᾳ καὶ πανουργίᾳ δράσαντος διεβιάσατο, ἐπὶ δὲ τοῦ βίᾳ καὶ φανερῶς καὶ μετὰ ἀπονοίας ἐξέκοψεν, ἐξεῖλεν, ἐπὶ δὲ τοῦ δολίως καὶ λαθραίως ἐτρύπησεν ἢ διέφαγεν, ἢ εἴ
5τι τοιοῦτον πρόσφορον τοῖς πράγμασιν ὄνομα.

277

Τὸ δὲ ἐξαίρεσθαί πως λαμβανόμενον οὐ μέγεθος ποιεῖ μόνον, ἀλλὰ καὶ δεινότητα, ὡς τὸ οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα δεῖ, Αἰσχίνη, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα.

278

Καὶ τὸ ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος· οὐ γὰρ ὑπὲρ τοῦ μέγαν ποιῆσαι τὸν λόγον ἡ ἐπανάστασις, ἀλλ’ ὑπὲρ τοῦ δεινόν. γίνεται δὲ τοῦτο ἐπὰν μεταξὺ ἐξαρθέντες κατηγορῶ‐
μέν τινος· ὥσπερ γὰρ Αἰσχίνου κατηγορία, τὸ δὲ Φιλίππου ἐστίν.56

279

Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν καὶ μὴ ἀποφαινόμενον· ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζό‐ μενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ;
5καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην, σαφῶς διδάσκοντι ἐῴκει, οὐκ ἐλέγχοντι.

280

Ἡ δὲ καλουμένη ἐπιμονή ἐστι μὲν ἑρμηνεία πλείων τοῦ πράγ‐ ματος, μέγιστα δὲ συμβάλοιτ’ ἂν εἰς δεινότητα· παράδειγμα δὲ αὐτῆς τὸ Δημοσθένους· νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα· ** οὐκ ἂν οὕτως ἦν
5δεινόν.

281

Τάχα δὲ καὶ ὁ εὐφημισμὸς καλούμενος ἂν μετέχοι τῆς δεινό‐ τητος, καὶ ὁ τὰ δύσφημα εὔφημα ποιῶν, καὶ τὰ ἀσεβήματα εὐσε‐ βήματα, οἷον ὡς ὁ τὰς Νίκας τὰς χρυσᾶς χωνεύειν κελεύων καὶ καταχρῆσθαι τοῖς χρήμασιν εἰς τὸν πόλεμον οὐχ οὕτως εἶπεν προ‐
5χείρως, ὅτι κατακόψωμεν τὰς Νίκας εἰς τὸν πόλεμον· δύσφημον γὰρ ἂν οὕτως καὶ λοιδοροῦντι ἐοικὸς ἦν τὰς θεάς, ἀλλ’ εὐφημό‐ τερον, ὅτι συγχρησόμεθα ταῖς Νίκαις εἰς τὸν πόλεμον· οὐ γὰρ κατακόπτοντι τὰς Νίκας ἔοικεν οὕτως ῥηθέν, ἀλλὰ συμμάχους μεταποιοῦντι.

282

Δεινὰ δὲ καὶ τὰ Δημάδεια, καίτοι ἴδιον καὶ ἄτοπον τρόπον ἔχειν δοκοῦντα, ἔστι δὲ αὐτῶν ἡ δεινότης ἔκ τε τῶν ἐμφάσεων γινομένη, καὶ ἐξ ἀλληγορικοῦ τινος παραλαμβανομένου, καὶ τρίτον ἐξ ὑπερβολῆς.

283

Οἷόν ἐστι τὸ οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθη‐ ναῖοι· ὦζεν γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ. τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφαντικὸν τῆς δυνάμεως τῆς Ἀλε‐
5ξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ
τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν.57

284

Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ὅτι τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα, ἀλλ’ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γρά‐ φων, καὶ τὸ ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ.

285

Καὶ ἀλλαχοῦ που· πόλιν, οὐ τὴν ἐπὶ προγόνων τὴν ναύ‐ μαχον, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν· τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς·
5τὸ δὲ πτισάνην ῥοφοῦσαν ἐπὶ 〈τοῦ〉 ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα.

286

Περὶ μὲν οὖν τῆς Δημαδείου δεινότητος ἀρκεῖ τοσαῦτα, καίτοι ἐχούσης τι ἐπισφαλὲς καὶ οὐκ εὐμίμητον μάλα· ἔνεστι γάρ τι καὶ ποιητικὸν τῷ εἴδει, εἴ γε ποιητικὸν ἡ ἀλληγορία καὶ ὑπερβολὴ καὶ ἔμφασις, ποιητικὸν δὲ μικτὸν κωμῳδίας.

287

Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ οἱ νῦν ῥήτορες γελοίως ποιοῦσιν καὶ μετὰ ἐμφάσεως ἀγεννοῦς ἅμα καὶ οἷον ἀνα‐ μνηστικῆς, ἀληθινὸν δὲ σχῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγό‐ μενον, εὐπρεπείας καὶ ἀσφαλείας.

288

Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβρο‐ τον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκρά‐ τους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαλύσαντας τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους
5τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν (λοιδορία γὰρ ἦν ὁ λόγος,) εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον· ἐρωτηθεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ, φησίν, ἐν Αἰγίνῃ γὰρ ἦσαν· πάντα γὰρ τὰ προειρημένα ἐμφαί‐
10νεται τῷ ἐν Αἰγίνῃ ἦσαν· καὶ πολὺ δεινότερος ὁ λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι ὁ Πλάτων ἐλοιδόρησεν.58

289

Πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγό‐ μενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερη‐
5φάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον· ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται 〈ἡ〉 ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι.

290

Τοῦ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ Πλάτωνος πρὸς Διονύσιον ψευσάμενον καὶ ἀρνησάμενον, ὅτι ἐγώ σοι Πλάτων οὐδὲν ὡμο‐ λόγησα, σὺ μέντοι, νὴ τοὺς θεούς. καὶ γὰρ ἐλήλεγκται ἐψευ‐ σμένος, καὶ ἔχει τι ὁ λόγος σχῆμα μεγαλεῖον ἅμα καὶ ἀσφαλές.

291

Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν †οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους [εἰ καὶ ὁ ψόγους εἶναι θέλοι τις]· παράδειγμα τὸ τοῦ Αἰσχίνου τὸ ἐπὶ τοῦ Τηλαύγους· πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαύγη διήγησις ἀπορίαν παράσχοι ἄν, εἴτε θαυμασμὸς εἴτε
5χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.

292

Δύναιτο δ’ ἄν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως· ἐπειδὴ ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὑτῶν ἁμαρτή‐ ματα, παραινοῦντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλ’ ἤτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς
5Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας· ἢ ἐπαινεσόμεθά τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα ἢ Ἱέρωνα, ὅτι πατράσιν ἐῴκεσαν τῆς Σικελίας καὶ διδασκάλοις· καὶ γὰρ νουθετεῖται ἀκούων ἅμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου59
10ὀρέγεται καὶ οὗτος.

293

Πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τυράννοις, οἷον Φίλιππος μὲν διὰ τὸ ἑτερόφθαλμος εἶναι ὠργίζετο, εἴ τις ὀνομάσειεν ἐπ’ αὐτοῦ Κύκλωπα ἢ ὀφθαλμὸν ὅλως· Ἑρμείας δ’ ὁ τοῦ Ἀτρανέως ἄρξας, καίτοι τἄλλα πρᾷος, ὡς λέγεται, οὐκ ἂν ἠνέσχετο ῥᾳδίως τινὸς
5μαχαίριον ὀνομάζοντος ἢ τομὴν ἢ ἐκτομὴν διὰ τὸ εὐνοῦχος εἶναι. ταῦτα δ’ εἴρηκα ἐμφῆναι βουλόμενος μάλιστα τὸ ἦθος τὸ δυνα‐ στευτικόν [ὡς μάλιστα] χρῇζον λόγου ἀσφαλοῦς, ὃς καλεῖται ἐσχη‐ ματισμένος.

294

Καίτοι πολλάκις καὶ οἱ δῆμοι οἱ μεγάλοι καὶ ἰσχυροὶ δέονται τοιούτου εἴδους τῶν λόγων, ὥσπερ οἱ τύραννοι, καθάπερ ὁ Ἀθη‐ ναίων δῆμος, ἄρχων τῆς Ἑλλάδος καὶ κόλακας τρέφων Κλέωνας καὶ Κλεοφῶντας. τὸ μὲν οὖν κολακεύειν αἰσχρόν, τὸ δὲ ἐπιτιμᾶν
5ἐπισφαλές, ἄριστον δὲ τὸ μεταξύ, τοῦτ’ ἔστι τὸ ἐσχηματισμένον.

295

Καί ποτε αὐτὸν τὸν ἁμαρτάνοντα ἐπαινέσομεν, οὐκ ἐφ’ οἷς ἥμαρτεν, ἀλλ’ ἐφ’ οἷς οὐχ ἡμάρτηκεν, οἷον τὸν ὀργιζόμενον, ὅτι χθὲς ἐπῃνεῖτο πρᾷος φανεὶς ἐπὶ τοῖς τοῦ δεῖνος ἁμαρτήμασιν, καὶ ὅτι ζηλωτὸς τοῖς πολίταις σύνεστιν· ἡδέως γὰρ δὴ ἕκαστος μιμεῖται
5ἑαυτὸν καὶ συνάψαι βούλεται ἐπαίνῳ ἔπαινον, μᾶλλον δ’ ἕνα ὁμαλῆ ἔπαινον ποιῆσαι.

296

Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν ὃ μέν τις κύνα ἔπλασεν, ὃ δὲ βοῦν, ὃ δὲ ἵππον, οὕτως καὶ πρᾶγμα ταὐτὸν ὃ μέν τις ἀπο‐ φαινόμενος καὶ κατηγορῶν φησιν· οἱ δὲ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολεί‐
5πουσιν τὴν χρησομένην τοῖς ἀπολειφθεῖσι· τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστίππειον λέγεται· ἕτερος δὲ ταὐτὸ ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, οἷον ὅτι δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς.60

297

Τὸ δὲ ἰδίως καλούμενον εἶδος Σωκρατικόν, ὃ μάλιστα δοκοῦσιν ζηλῶσαι Αἰσχίνης καὶ Πλάτων, μεταρυθμίσει ἂν τοῦτο τὸ πρᾶγμα τὸ προειρημένον εἰς ἐρώτησιν, ὧδέ πως, οἷον· ὦ παῖ, πόσα σοι χρήματα ἀπέλιπεν ὁ πατήρ; ἦ πολλά τινα καὶ οὐκ εὐαρίθ‐
5μητα; πολλά, ὦ Σώκρατες. ἆρα οὖν καὶ ἐπιστήμην ἀπέλι‐ πέν σοι τὴν χρησομένην αὐτοῖς; ἅμα γὰρ καὶ εἰς ἀπορίαν ἔβαλεν τὸν παῖδα λεληθότως, καὶ ἠνέμνησεν ὅτι ἀνεπιστήμων ἐστί, καὶ παιδεύεσθαι προετρέψατο· ταῦτα πάντα ἠθικῶς καὶ ἐμμελῶς, καὶ οὐχὶ δὴ τὸ λεγόμενον τοῦτο ἀπὸ Σκυθῶν.

298

Εὐημέρησαν δ’ οἱ τοιοῦτοι λόγοι τότε ἐξευρεθέντες τὸ πρῶτον, μᾶλλον δὲ ἐξέπληξαν τῷ τε μιμητικῷ καὶ τῷ ἐναργεῖ καὶ τῷ μετὰ μεγαλοφροσύνης νουθετικῷ. περὶ μὲν δὴ πλάσματος λόγου καὶ σχηματισμῶν ἀρκείτω ταῦτα.

299

Ἡ δὲ λειότης ἡ περὶ τὴν σύνθεσιν, οἵᾳ κέχρηνται μάλιστα οἱ ἀπ’ Ἰσοκράτους, φυλαξάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμ‐ μάτων, οὐ μάλα ἐπιτηδεία ἐστὶ δεινῷ λόγῳ· πολλὰ γὰρ [τὰ] ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον· τοῦ γὰρ Φω‐
5κικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολι‐ τευόμην πώποτε. εἰ δὲ μεταβαλών τις καὶ συνάψας ὧδ’ εἴποι· τοῦ πολέμου γὰρ οὐ δι’ ἐμὲ τοῦ Φωκικοῦ συστάντος· οὐ γὰρ ἐπο‐ λιτευόμην ἔγωγε πώποτε, οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινό‐
10τερον.

300

Καὶ γὰρ τὸ ἀφρόντιστον αὐτὸ καὶ τὸ ὥσπερ αὐτοφυὲς δεινό‐ τητα παραστήσει τινά, μάλιστα ἐπὰν ὀργιζομένους ἐμφαίνωμεν αὑ‐ τοὺς ἢ ἠδικημένους. ἡ δὲ περὶ τὴν λειότητα καὶ ἁρμονίαν φροντὶς
οὐκ ὀργιζομένου, ἀλλὰ παίζοντός ἐστι καὶ ἐπιδεικνυμένου μᾶλλον.61

301

Καὶ ὥσπερ τὸ διαλελυμένον σχῆμα δεινότητα ποιεῖ, ὡς προ‐ λέλεκται, οὕτως ποιήσει ἡ διαλελυμένη ὅλως σύνθεσις. σημεῖον δὲ καὶ τὸ Ἱππώνακτος. λοιδορῆσαι γὰρ βουλόμενος τοὺς ἐχθροὺς ἔθραυσεν τὸ μέτρον, καὶ ἐποίησεν χωλὸν ἀντὶ εὐθέος, καὶ ἄρυθμον,
5τουτέστι δεινότητι πρέπον καὶ λοιδορίᾳ· τὸ γὰρ ἔρρυθμον καὶ εὐή‐ κοον ἐγκωμίοις ἂν πρέποι μᾶλλον ἢ ψόγοις. τοσαῦτα καὶ περὶ συγκρούσεως.

302

Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι, ὡς τὸ εἰκός, διη‐ μαρτημένος καὶ αὐτός, καλεῖται δὲ ἄχαρις. γίνεται δὲ ἐν τοῖς πράγμασιν, ἐπάν τις αἰσχρὰ καὶ δύσρητα ἀναφανδὸν λέγῃ, καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ
5τοὺς ὀλίσβους καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν ἑταιρῶν κατήρασεν τοῦ δικαστηρίου.

303

Ἡ σύνθεσις δὲ φαίνεται ἄχαρις, ἐὰν διεσπασμένῃ ἐμφερὴς ᾖ, καθάπερ ὁ εἰπὼν †οὕτως ϊδ’ ἔχων τὸ κτεῖναι. καὶ ἐπὰν τὰ κῶλα μηδεμίαν ἔχῃ πρὸς ἄλληλα σύνδεσιν, ἀλλ’ ὅμοια διερρηγμένοις. καὶ αἱ περίοδοι δὲ αἱ συνεχεῖς καὶ μακραὶ καὶ ἀποπνίγουσαι τοὺς λέ‐
5γοντας οὐ μόνον κατακορές, ἀλλὰ καὶ ἀτερπές.

304

Τῇ δὲ ὀνομασίᾳ πολλάκις χαρίεντα πράγματα ὄντα ἀτερπέστερα φαίνεται, καθάπερ ὁ Κλείταρχος περὶ τῆς τενθρηδόνος λέγων, ζώου μελίσσῃ ἐοικότος· κατανέμεται μέν, φησί, τὴν ὀρεινήν, εἰσί‐ πταται δὲ εἰς τὰς κοίλας δρῦς. ὥσπερ περὶ βοὸς ἀγρίου ἢ
5τοῦ Ἐρυμανθίου κάπρου λέγων, ἀλλ’ οὐχὶ περὶ μελίσσης τινός, ὥστε καὶ ἄχαριν τὸν λόγον ἅμα καὶ ψυχρὸν γενέσθαι. παράκειται
δέ πως ἀλλήλοις ταῦτα ἀμφότερα.62